Ἐργατίνα βουκαῖε, τί νῦν ᾦζυρὲ πεπόνθεις;οὔθʼ ἑὸν ὄγμον ἄγειν ὀρθὸν δύνᾳ, ὡς τὸ πρὶν ἆγες,οὔθʼ ἅμα λᾳοτομεῖς τῷ πλατίον, ἀλλʼ ἀπολείπῃὥσπερ ὄις ποίμνας, ἇς τὸν πόδα κάκτος ἔτυψε.ποῖός τις δείλαν τυ καὶ ἐκ μέσω ἄματος ἐσσῇ,ὃς νῦν ἀρχόμενος τᾶς αὔλακος οὐκ ἀποτρώγεις;Μίλων ὀψαμάτα, πέτρας ἀπόκομμʼ ἀτεράμνω,οὐδαμά τοι συνέβα ποθέσαι τινὰ τῶν ἀπεόντων;οὐδαμά. τίς δὲ πόθος τῶν ἔκτοθεν ἐργάτᾳ ἀνδρί;οὐδαμά νυν συνέβα τοι ἀγρυπνῆσαι διʼ ἔρωτα;μηδέ γε συμβαίη· χαλεπὸν χορίω κύνα γεῦσαι.ἀλλʼ ἐγὼ ὦ Μίλων ἔραμαι σχεδὸν ἑνδεκαταῖος.ἐκ πίθω ἀντλεῖς δῆλον· ἐγὼ δʼ ἔχω οὐδʼ ἅλις ὄξος.τοιγάρτοι πρὸ θυρᾶν μοι ἀπὸ σπόρω ἄσκαλα πάντα.τίς δέ τυ τᾶν παίδων λυμαίνεται;ἁ Πολυβώτα,ἃ πρᾶν ἀμάντεσσι παρʼ Ἱπποκίωνι ποταύλει.εὗρε θεὸς τὸν ἀλιτρόν· ἔχεις πάλαι ὧν ἐπεθύμεις.μάντίς τοι τὰν νύκτα χροϊξεῖθʼ ἁ καλαμαία.μωμᾶσθαί μʼ ἄρχῃ τύ· τυφλὸς δʼ οὐκ αὐτὸς ὁ Πλοῦτος,ἀλλὰ καὶ ὡφρόντιστος Ἔρως. μὴ δὴ μέγα μυθεῦ.οὐ μέγα μυθεῦμαι· τὺ μόνον κατάβαλλε τὸ λᾷον,καί τι κόρας φιλικὸν μέλος ἀμβάλευ. ἅδιον οὑτῶςἐργαξῇ· καὶ μὰν πρότερόν ποκα μουσικὸς ἦσθα.Μοῖσαι Πιερίδες, συναείσατε τὰν ῥαδινάν μοιπαῖδʼ· ὧν γάρ χʼ ἅψησθε θεαί, καλὰ πάντα ποεῖτε.Βομβύκα χαρίεσσα, Σύραν καλέοντί τυ πάντες,ἰσχνὰν ἁλιόκαυστον, ἐγὼ δὲ μόνος μελίχλωρον.καὶ τὸ ἴον μέλαν ἐστὶ καὶ ἁ γραπτὰ ὑάκινθος,ἀλλʼ ἔμπας ἐν τοῖς στεφάνοις τὰ πρᾶτα λέγονται.ἁ αἲξ τὰν κύτισον, ὁ λύκος τὰν αἶγα διώκει,ἁ γέρανος τὤροτρον, ἐγὼ δʼ ἐπὶ τὶν μεμάνημαι.αἴθέ μοι ἦς, ὅσσα Κροῖσόν ποκα φαντὶ πεπᾶσθαι,χρύσεοι ἀμφότεροί κʼ ἀνεκείμεθα τᾷ Ἀφροδίτᾳ,τὼς αὐλὼς μὲν ἔχοισα καὶ ἢ ῥόδον ἢ μᾶλον τύ,σχῆμα δʼ ἐγὼ καὶ καινὰς ἐπʼ ἀμφοτέροισιν ἀμύκλας.Βομβύκα χαρίεσσʼ, οἱ μὲν πόδες ἀστράγαλοί τευς,ἁ φωνὰ δὲ τρύχνος· τὸν μὰν τρόπον οὐκ ἔχω εἰπεῖν.Ἦ καλὰς ἄμμι ποέων ἐλελήθει βοῦκος ἀοιδάς.ὡς εὖ τὰν ἰδέαν τᾶς ἁρμονίας ἐμέτρησεν.