ὁ πρέσβυς, κάμνοντι τὸ καρτερὸν ἀνδρὶ ἐοικώς.φαίης κεν γυίων νιν ὅσον σθένος ἐλλοπιεύειν·ὧδέ οἱ ᾠδήκαντι κατʼ αὐχένα πάντοθεν ἶνεςκαὶ πολιῷ περ ἐόντι, τὸ δὲ σθένος ἄξιον ἅβας.τυτθὸν δʼ ὅσσον ἄπωθεν ἁλιτρύτοιο γέροντοςΠυρναίαις σταφυλαῖσι καλὸν βέβριθεν ἀλωά,τὰν ὀλίγος τις κῶρος ἐφʼ αἱμασιαῖσι φυλάσσειἥμενος· ἀμφὶ δέ νιν δύʼ ἀλώπεκες ἁ μὲν ἀνʼ ὄρχωςφοιτῇ σινομένα τὰν τρώξιμον, ἁ δʼ ἐπὶ πήρᾳπάντα δόλον κεύθοισα τὸ παιδίον οὐ πρὶν ἀνησεῖνφατὶ πρὶν ἢ ἀκράτιστον ἐπὶ ξηροῖσι καθίξῃ.αὐτὰρ ὅγʼ ἀνθερίκοισι καλὰν πλέκει ἀκριδοθήρανσχοίνῳ ἐφαρμόσδων· μέλεται δέ οἱ οὔτέ τι πήραςοὔτε φυτῶν τοσσῆνον, ὅσον περὶ πλέγματι γαθεῖ.παντᾷ δʼ ἀμφὶ δέπας περιπέπταται ὑγρὸς ἄκανθος·αἰολικόν τι θέαμα, τέρας κέ τυ θυμὸν ἀτύξαι.τῶ μὲν ἐγὼ πορθμεῖ Καλυδωνίῳ αἶγά τʼ ἔδωκαὦνον καὶ τυρόεντα μέγαν λευκοῖο γάλακτος·οὐδέ τί πω ποτὶ χεῖλος ἐμὸν θίγεν, ἀλλʼ ἔτι κεῖταιἄχραντον. τῷ καί τυ μάλα πρόφρων ἀρεσαίμαν,αἴκά μοι τὺ φίλος τὸν ἐφίμερον ὕμνον ἀείσῃς.κοὔτί τυ κερτομέω. πόταγʼ ὦγαθέ· τὰν γὰρ ἀοιδὰνοὔτί πᾳ εἰς Ἀίδαν γε τὸν ἐκλελάθοντα φυλαξεῖς.Ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς.Θύρσις ὅδʼ ὡξ Αἴτνας, καὶ Θύρσιδος ἁδέα φωνά.πᾷ ποκʼ ἄρʼ ἦσθʼ, ὅκα Δάφνις ἐτάκετο, πᾷ ποκα Νύμφαι;ἢ κατὰ Πηνειῶ καλὰ τέμπεα; ἢ κατὰ Πίνδω;οὐ γὰρ δὴ ποταμοῖο μέγαν ῥόον εἴχετʼ Ἀνάπω,οὐδʼ Αἴτνας σκοπιάν, οὐδʼ Ἄκιδος ἱερὸν ὕδωρ.ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς.τῆνον μὰν θῶες, τῆνον λύκοι ὠρύσαντο,τῆνον χὡκ δρυμοῖο λέων ἔκλαυσε θανόντα.ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς.πολλαί οἱ πὰρ ποσσὶ βόες, πολλοὶ δέ τε ταῦροι,πολλαὶ δʼ αὖ δαμάλαι καὶ πόρτιες ὠδύραντο.ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς.ἦνθʼ Ἑρμῆς πράτιστος ἀπʼ ὤρεος, εἶπε δέ· Δάφνι,τίς τυ κατατρύχει; τίνος ὦγαθὲ τόσσον ἐρᾶσαι;ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς.ἦνθον τοὶ βοῦται, τοὶ ποιμένες, ᾡπόλοι ἦνθον·