ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετʼ ἀοιδᾶς.ὦ Πὰν Πάν, εἴτʼ ἐσσὶ κατʼ ὤρεα μακρὰ Λυκαίω,εἴτε τύ γʼ ἀμφιπολεῖς μέγα Μαίναλον, ἔνθʼ ἐπὶ νᾶσοντὰν Σικελάν, Ἑλίκας δὲ λίπʼ ἠρίον αἰπύ τε σᾶματῆνο Λυκαονίδαο, τὸ καὶ μακάρεσσιν ἀγητόν.λήγετε βουκολικᾶς Μοῖσαι ἴτε λήγετʼ ἀοιδᾶς.ἔνθʼ ὦναξ καὶ τάνδε φέρευ πακτοῖο μελίπνουνἐκ κηρῶ σύριγγα καλάν, περὶ χεῖλος ἑλικτάν.ἦ γὰρ ἐγὼν ὑπʼ ἔρωτος ἐς Ἅιδαν ἕλκομαι ἤδη.λήγετε βουκολικᾶς Μοῖσαι ἴτε λήγετʼ ἀοιδᾶς.νῦν δʼ ἴα μὲν φορέοιτε βάτοι, φορέοιτε δʼ ἄκανθαι,ἁ δὲ καλὰ νάρκισσος ἐπʼ ἀρκεύθοισι κομάσαι·πάντα δʼ ἔναλλα γένοιτο, καὶ ἁ πίτυς ὄχνας ἐνείκαι.Δάφνις ἐπεὶ θνάσκει· καὶ τὼς κύνας ὥλαφος ἕλκοι,κἠξ ὀρέων τοὶ σκῶπες ἀηδόσι γαρύσαιντο.λήγετε βουκολικᾶς Μοῖσαι ἴτε λήγετʼ ἀοιδᾶς.χὡ μὲν τόσσʼ εἰπὼν ἀπεπαύσατο· τὸν δʼ Ἀφροδίταἤθελʼ ἀνορθῶσαι· τά γε μὰν λίνα πάντα λελοίπειἐκ Μοιρᾶν, χὡ Δάφνις ἔβα ῥόον. ἔκλυσε δίνατὸν Μοίσαις φίλον ἄνδρα, τὸν οὐ Νύμφαισιν ἀπεχθῆ.λήγετε βουκολικᾶς Μοῖσαι ἴτε λήγετʼ ἀοιδᾶς.καὶ τὺ δίδου τὰν αἶγα τό τε σκύφος, ὥς κεν ἀμέλξαςσπείσω ταῖς Μοίσαις. ὦ χαίρετε πολλάκι Μοῖσαι,χαίρετʼ· ἐγὼ δʼ ὔμμιν καὶ ἐς ὕστερον ἅδιον ᾀσῶ.πλῆρές τοι μέλιτος τὸ καλὸν στόμα Θύρσι γένοιτο,πλῆρές τοι σχαδόνων, καὶ ἀπʼ Αἰγίλω ἰσχάδα τρώγοιςἁδεῖαν, τέττιγος ἐπεὶ τύγα φέρτερον ᾄδεις.ἠνίδε τοι τὸ δέπας· θᾶσαι φίλος, ὡς καλὸν ὄσδει·Ὡρᾶν πεπλύσθαί νιν ἐπὶ κράναισι δοκησεῖς.ὧδʼ ἴθι Κισσαίθα, τὺ δʼ ἄμελγέ νιν. αἱ δὲ χίμαιραι,οὐ μὴ σκιρτασεῖτε, μὴ ὁ τράγος ὔμμιν ἀναστῇ.