Ἁδύ τι τὸ ψιθύρισμα καὶ ἁ πίτυς αἰπόλε τήνα,ἃ ποτὶ ταῖς παγαῖσι μελίσδεται, ἁδὺ δὲ καὶ τὺσυρίσδες· μετὰ Πᾶνα τὸ δεύτερον ἆθλον ἀποισῇ.αἴκα τῆνος ἕλῃ κεραὸν τράγον, αἶγα τὺ λαψῇ.αἴκα δʼ αἶγα λάβῃ τῆνος γέρας, ἐς τὲ καταρρεῖἁ χίμαρος· χιμάρω δὲ καλὸν κρέας, ἕστέ κʼ ἀμέλξῃς.Ἅδιον ὦ ποιμὴν τὸ τεὸν μέλος ἢ τὸ καταχὲςτῆνʼ ἀπὸ τᾶς πέτρας καταλείβεται ὑψόθεν ὕδωρ.αἴκα ταὶ Μοῖσαι τὰν οἰίδα δῶρον ἄγωνται,ἄρνα τὺ σακίταν λαψῇ γέρας· αἰ δέ κʼ ἀρέσκῃτήναις ἄρνα λαβεῖν, τὺ δὲ τὰν ὄιν ὕστερον ἀξῇ.λῇς ποτὶ τᾶν Νυμφᾶν, λῇς αἰπόλε τεῖδε καθίξας,ὡς τὸ κάταντες τοῦτο γεώλοφον αἵ τε μυρῖκαι,συρίσδεν; τὰς δʼ αἶγας ἐγὼν ἐν τῷδε νομευσῶ.οὐ θέμις ὦ ποιμὴν τὸ μεσαμβρινόν, οὐ θέμις ἄμμινσυρίσδεν. τὸν Πᾶνα δεδοίκαμες· ἦ γὰρ ἀπʼ ἄγραςτανίκα κεκμακὼς ἀμπαύεται· ἔστι δὲ πικρός,καί οἱ ἀεὶ δριμεῖα χολὰ ποτὶ ῥινὶ κάθηται.ἀλλὰ τὺ γὰρ δὴ Θύρσι τὰ Δάφνιδος ἄλγεʼ ἀείδεςκαὶ τᾶς βουκολικᾶς ἐπὶ τὸ πλέον ἵκεο μοίσας,δεῦρʼ ὑπὸ τὰν πτελέαν ἑσδώμεθα, τῶ τε Πριήπωκαὶ τᾶν Κραναιᾶν κατεναντίον, ᾇπερ ὁ θῶκοςτῆνος ὁ ποιμενικὸς καὶ ταὶ δρύες. αἰ δέ κʼ ἀείσῃςὡς ὅκα τὸν Λιβύαθε ποτὶ Χρόμιν ᾆσας ἐρίσδων,αἶγα δέ τοι δωσῶ διδυματόκον ἐς τρὶς ἀμέλξαι,ἃ δύʼ ἔχοισʼ ἐρίφως ποταμέλγεται ἐς δύο πέλλας,καὶ βαθὺ κισσύβιον κεκλυσμένον ἁδέι κηρῷ,ἀμφῶες, νεοτευχές, ἔτι γλυφάνοιο ποτόσδον.τῶ περὶ μὲν χείλη μαρύεται ὑψόθι κισσός,κισσὸς ἑλιχρύσῳ κεκονιμένος· ἁ δὲ κατʼ αὐτὸνκαρπῷ ἕλιξ εἱλεῖται ἀγαλλομένα κροκόεντι.ἔντοσθεν δὲ γυνά, τὶ θεῶν δαίδαλμα τέτυκται,ἀσκητὰ πέπλῳ τε καὶ ἄμπυκι. πὰρ δέ οἱ ἄνδρεςκαλὸν ἐθειράζοντες ἀμοιβαδὶς ἄλλοθεν ἄλλοςνεικείουσʼ ἐπέεσσι. τὰ δʼ οὐ φρενὸς ἅπτεται αὐτᾶς·ἀλλʼ ὁκὰ μὲν τῆνον ποτιδέρκεται ἄνδρα γελᾶσα,ἄλλοκα δʼ αὖ ποτὶ τὸν ῥιπτεῖ νόον. οἱ δʼ ὑπʼ ἔρωτοςδηθὰ κυλοιδιόωντες ἐτώσια μοχθίζοντι.τοῖς δὲ μετὰ γριπεύς τε γέρων πέτρα τε τέτυκταιλεπράς, ἐφʼ ᾇ σπεύδων μέγα δίκτυον ἐς βόλον ἕλκει