τίς δʼ οἶδεν εἰ τὸ ζῆν μέν ἐστι κατθανεῖν, τὸ κατθανεῖν δὲ ζῆν νομίζεται βροτοῖς; ἀλλὰ καὶ Ἐμπεδοκλέα· οὕτως οὔτʼ ἐπιδερκτὰ τάδʼ ἀνδράσιν οὔτʼ ἐπακουστὰ οὔτε νόῳ περιληπτά· καὶ ἐπάνω, αὐτὸ μόνον πεισθέντες ὅτῳ προσέκυρσεν ἕκαστος· ἔτι μὴν Ἡράκλειτον, μὴ εἰκῆ περὶ τῶν μεγίστων συμβαλλώμεθα· καὶ Ἱπποκράτην [ἔπειτα] ἐνδοιαστῶς καὶ ἀνθρωπίνως ἀποφαίνεσθαι· καὶ πρὶν Ὅμηρον, στρεπτὴ δὲ γλῶσσʼ ἐστὶ βροτῶν, πολέες δʼ ἔνι μῦθοι· καὶ ἐπέων δὲ πολὺς νομὸς ἔνθα καὶ ἔνθα· καὶ ὁπποῖόν κʼ εἴπῃσθα ἔπος, τοῖόν κʼ ἐπακούσαις· τὴν ἰσοσθένειαν λέγων καὶ ἀντίθεσιν τῶν λόγων.Διετέλουν δὴ οἱ σκεπτικοὶ τὰ τῶν αἱρέσεων δόγματα πάντʼ ἀνατρέποντες, αὐτοὶ δʼ οὐδὲν ἀπεφαίνοντο δογματικῶς, ἕως δὲ τοῦ προφέρεσθαι τὰ τῶν ἄλλων καὶ διηγεῖσθαι μηδὲν ὁρίζοντες, μηδʼ αὐτὸ τοῦτο. ὥστε καὶ τὸ μὴ ὁρίζειν ἀνῄρουν, λέγοντες οἷον Οὐδὲν ὁρίζομεν, ἐπεὶ ὥριζον ἄν· προφερόμεθα δέ, φασί, τὰς ἀποφάσεις εἰς μήνυσιν τῆς ἀπροπτωσίας, ὡς, εἰ καὶ νεύσαντας, τοῦτο ἐνεδέχετο δηλῶσαι· διὰ τῆς οὖν Οὐδὲν ὁρίζομεν φωνῆς τὸ τῆς ἀρρεψίας πάθος δηλοῦται· ὁμοίως δὲ καὶ διὰ τῆς Οὐδὲν μᾶλλον καὶ τῆς Παντὶ λόγῳ λόγος ἀντίκειται καὶ τῶν ὁμοίων.λέγεται δὲ τὸ Οὐδὲν μᾶλλον καὶ θετικῶς, ὡς ὁμοίων τινῶν ὄντων· οἷον, Οὐδὲν μᾶλλον ὁ πειρατῃς κακός ἐστιν ἢ ὁ ψεύστης. ὑπὸ δὲ τῶν σκεπτικῶν οὐ θετικῶς ἀλλʼ ἀναιρετικῶς λέγεται, ὡς ὑπὸ τοῦ ἀνασκευάζοντος καὶ λέγοντος, Οὐ μᾶλλον ἡ Σκύλλα γέγονεν ἢ ἡ Χίμαιρα. αὐτὸ δὲ τὸ Μᾶλλον ποτὲ μὲν συγκριτικῶς ἐκφέρεται, ὡς ὅταν φῶμεν μᾶλλον τὸ μέλι γλυκὺ ἢ τὴν σταφίδα· ποτὲ δὲ θετικῶς καὶ ἀναιρετικῶς, ὡς ὅταν φῶμεν, Μᾶλλον ἡ ἀρετὴ ὠφελεῖ ἢ βλάπτει· σημαίνομεν γὰρ ὅτι ἡ ἀρετὴ ὠφελεῖ, βλάπτει δʼ οὔ.ἀναιροῦσι δʼ οἱ σκεπτικοὶ καὶ αὐτὴν τὴν Οὐδὲν μᾶλλον φωνήν· ὡς γὰρ οὐ μᾶλλόν ἐστι πρόνοια ἢ οὐκ ἔστιν, οὕτω καὶ τὸ Οὐδὲν μᾶλλον οὐ μᾶλλόν ἐστιν ἢ οὐκ ἔστι. σημαίνει οὖν ἡ φωνή, καθά φησι καὶ Τίμων ἐν τῷ Πύθωνι, τὸ μηδὲν ὁρίζειν, ἀλλʼ ἀπροσθετεῖν. ἡ δὲ Παντὶ λόγῳ φωνὴ καὶ αὐτὴ συνάγει τὴν ἐποχήν· τῶν μὲν γὰρ πραγμάτων διαφωνούντων, τῶν δὲ λόγων ἰσοσθενούντων ἀγνωσία τῆς ἀληθείας ἐπακολουθεῖ· καὶ αὐτῷ δὲ τούτῳ τῷ λόγῳ λόγος ἀντίκειται, ὃς καὶ αὐτὸς μετὰ τὸ ἀνελεῖν τοὺς ἄλλους ὑφʼ ἑαυτοῦ περιτραπεὶς ἀπόλλυται, κατʼ ἴσον τοῖς καθαρτικοῖς, ἃ τὴν ὕλην προεκκρίναντα καὶ αὐτὰ ὑπεκκρίνεται καὶ ἐξαπόλλυται.Πρὸς ὅ φασιν οἱ δογματικοὶ * * μὴ αἴρειν τὸν λόγον, ἀλλὰ προσεπισχυρίζειν. μόνον οὖν διακόνοις ἐχρῶντο τοῖς λόγοις· οὐ γὰρ οἷόν τε ἦν μὴ λόγῳ λόγον ἀνελεῖν· καθʼ ὃν τρόπον εἰώθαμεν λέγειν τόπον μὴ εἶναι καὶ δεῖ πάντως τὸν τόπον εἰπεῖν, ἀλλʼ οὐ δογματικῶς, ἀποδεικτικῶς δέ· καὶ μηδὲν γίνεσθαι κατʼ ἀνάγκην καὶ δεῖ τὴν ἀνάγκην εἰπεῖν. τοιούτῳ τινὶ τρόπῳ τῆς ἑρμηνείας ἐχρῶντο· οἷα γὰρ φαίνεται τὰ πράγματα, μὴ τοιαῦτα εἶναι τῇ φύσει, ἀλλὰ μόνον φαίνεσθαι· ζητεῖν τʼ ἔλεγον οὐχ ἅπερ νοοῦσιν, ὅ τι γὰρ νοεῖται δῆλον, ἀλλʼ ὧν ταῖς αἰσθήσεσι μετίσχουσιν.Ἔστιν οὖν ὁ Πυρρώνειος λόγος μήνυσίς τις τῶν φαινομένων ἢ τῶν ὁπωσοῦν νοουμένων, καθʼ ἣν πάντα πᾶσι συμβάλλεται καὶ συγκρινόμενα πολλὴν ἀνωμαλίαν καὶ ταραχὴν ἔχοντα εὑρίσκεται, καθά φησιν Αἰνεσίδημος ἐν τῇ εἰς τὰ Πυρρώνεια ὑποτυπώσει. πρὸς δὲ τὰς ἐν ταῖς σκέψεσιν ἀντιθέσεις προαποδεικνύντες καθʼ οὓς τρόπους πείθει τὰ πράγματα, κατὰ τοὺς αὐτοὺς ἀνῄρουν τὴν περὶ αὐτῶν πίστιν· πείθειν γὰρ τά τε κατʼ αἴσθησιν συμφώνως ἔχοντα καὶ τὰ μηδέποτε ἢ σπανίως γοῦν μεταπίπτοντα τά τε συνήθη καὶ τὰ νόμοις διεσταλμένα καὶ τὰ τέρποντα καὶ τὰ θαυμαζόμενα.ἐδείκνυσαν οὖν ἀπὸ τῶν ἐναντίων τοῖς πείθουσιν ἴσας τὰς πιθανότητας. Αἱ δʼ ἀπορίαι κατὰ τὰς συμφωνίας τῶν φαινομένων ἢ νοουμένων, ἃς ἀπεδίδοσαν, ἦσαν κατὰ δέκα τρόπους, καθʼ οὓς τὰ ὑποκείμενα παραλλάττοντα ἐφαίνετο. τούτους δὲ τοὺς δέκα τρόπους τίθησιν. [Εἷς] πρῶτος ὁ παρὰ τὰς διαφορὰς τῶν ζῴων πρὸς ἡδονὴν καὶ ἀλγηδόνα καὶ βλάβην καὶ ὠφέλειαν. συνάγεται δὲ διʼ αὐτοῦ τὸ μὴ τὰς αὐτὰς ἀπὸ τῶν αὐτῶν προσπίπτειν φαντασίας καὶ τὸ διότι τῇ τοιαύτῃ μάχῃ ἀκολουθεῖ τὸ ἐπέχειν· τῶν γὰρ ζῴων τὰ μὲν χωρὶς μίξεως γίνεσθαι, ὡς τὰ πυρίβια καὶ ὁ Ἀράβιος φοῖνιξ καὶ εὐλαί· τὰ δʼ ἐξ ἐπιπλοκῆς, ὡς ἄνθρωποι καὶ τὰ ἄλλα·καὶ τὰ μὲν οὕτως, τὰ δʼ οὕτως συγκέκριται· διὸ καὶ τῇ αἰσθήσει διαφέρει, ὡς κίρκοι μὲν ὀξύτατοι, κύνες δʼ ὀσφρητικώτατοι. εὔλογον οὖν τοῖς διαφόροις τοὺς ὀφθαλμοὺς διάφορα καὶ τὰ φαντάσματα προσπίπτειν· καὶ τῇ μὲν αἰγὶ τὸν θαλλὸν εἶναι ἐδώδιμον, ἀνθρώπῳ δὲ πικρόν, καὶ τὸ κώνειον ὄρτυγι μὲν τρόφιμον, ἀνθρώπῳ δὲ θανάσιμον, καὶ ὁ ἀπόπατος ὑῒ μὲν ἐδώδιμος, ἵππῳ δʼ οὔ. Δεύτερος ὁ παρὰ τὰς τῶν ἀνθρώπων φύσεις καὶ τὰς ἰδιοσυγκρισίας· Δημοφῶν γοῦν ὁ Ἀλεξάνδρου τραπεζοκόμος ἐν σκιᾷ ἐθάλπετο, ἐν ἡλίῳ δʼ ἐρρίγου.Ἄνδρων δʼ ὁ Ἀργεῖος, ὥς φησιν Ἀριστοτέλης, διὰ τῆς ἀνύδρου Λιβύης ὥδευεν ἄποτος. καὶ ὁ μὲν ἰατρικῆς, ὁ δὲ γεωργίας, ἄλλος δʼ ἐμπορίας ὀρέγεται· καὶ ταὐτὰ οὓς μὲν βλάπτει, οὓς δὲ ὠφελεῖ· ὅθεν ἐφεκτέον. Τρίτος ὁ παρὰ τὰς τῶν αἰσθητικῶν πόρων διαφοράς. τὸ γοῦν μῆλον ὁράσει μὲν ὠχρόν, γεύσει δὲ γλυκύ, ὀσφρήσει δʼ εὑῶδες ὑποπίπτει. καὶ ἡ αὐτὴ δὲ μορφὴ παρὰ τὰς διαφορὰς τῶν κατόπτρων ἀλλοία θεωρεῖται. ἀκολουθεῖ οὖν μὴ μᾶλλον εἶναι τοῖον τὸ φαινόμενον ἢ ἀλλοῖον.