Πρὸς τοὺς διὰ τῆς τομῆς διαλύοντας τὸν ψευδόμενον λόγον πρὸς Ἀριστοκρέοντα β′. Ἀποδείξεις πρὸς τὸ μὴ δεῖν τέμνειν τὰ ἀόριστα α′. Πρὸς τὰ ἀντειρημένα τοῖς κατὰ τῆς τομῆς τῶν ἀορίστων πρὸς Πασύλον γ′. Λύσις κατὰ τοὺς ἀρχαίους πρὸς Διοσκουρίδην α′. Περὶ τῆς τοῦ ψευδομένου λύσεως πρὸς Ἀριστοκρέοντα γ′. Λύσεις τῶν Ἡδύλου ὑποθετικῶν πρὸς Ἀριστοκρέοντα καὶ Ἀπολλᾶν α′. Σύνταξις ἑβδόμη· Πρὸς τοὺς φάσκοντας τὰ λήμματα ἔχειν ψευδῆ τὸν ψευδόμενον λόγον α′. Περὶ ἀποφάσκοντος πρὸς τὸν Ἀριστοκρέοντα β′. Λόγοι ἀποφάσκοντες πρὸς γυμνασίαν α′. Περὶ τοῦ παρὰ μικρὸν λόγου πρὸς Στησαγόραν α′ β′. Περὶ τῶν εἰς τὰς ὑπολήψεις λόγων καὶ ἡσυχαζόντων πρὸς Ὀνήτορα β′.Περὶ τοῦ ἐγκεκαλυμμένου πρὸς Ἀριστόβουλον β′. Περὶ τοῦ διαλεληθότος πρὸς Ἀθηνάδην α′. Σύνταξις ὀγδόη· Περὶ τοῦ οὔτιδος πρὸς Μενεκράτην η′. Περὶ τῶν ἐξ ἀορίστου καὶ ὡρισμένου λόγων πρὸς Πασύλον β′. Περὶ οὔτιδος λόγου πρὸς Ἐπικράτην α′. Σύνταξις ἐνάτη· Περὶ τῶν σοφισμάτων πρὸς Ἡρακλείδην καὶ Πόλλιν β′. Περὶ τῶν ἀπόρων διαλεκτικῶν πρὸς Διοσκουρίδην ε′. Πρὸς τὸ Ἀρκεσιλάου μεθόδιον πρὸς Σφαῖρον α′. Σύνταξις δεκάτη· Κατὰ τῆς συνηθείας πρὸς Μητρόδωρον ς′. Ὑπὲρ τῆς συνηθείας πρὸς Γοργιππίδην ζ′. Λογικοῦ τόπου τὰ τῶν προειρημένων τεττάρων διαφορῶν ἐκτὸς ὄντα καὶ περιέχοντα 〈τὰσ〉 σποράδην καὶ οὐ σωματικὰς ζητήσεις λογικάς, περὶ τῶν καταλεγομένων ζητημάτων ἐννέα καὶ τριάκοντα. ὁμοῦ τὰ πάντα τοῦ λογικοῦ ἕνδεκα καὶ τριακόσια.Ἠθικοῦ λόγου τοῦ περὶ τὴν διάρθρωσιν τῶν ἠθικῶν ἐννοιῶν. Σύνταξις πρώτη· Ὑπογραφὴ τοῦ 〈ἠθικοῦ〉 λόγου πρὸς Θεόπορον α′. Θέσεις ἠθικαὶ α′. Πιθανὰ λήμματα εἰς τὰ δόγματα πρὸς Φιλομαθῆ γ′. Ὅρων τῶν τοῦ ἀστείου πρὸς Μητρόδωρον β′. Ὅρων τῶν τοῦ φαύλου πρὸς Μητρόδωρον β′. Ὅρων τῶν ἀναμέσων πρὸς Μητρόδωρον β′. Ὅρων τῶν κατὰ γένος πρὸς Μητρόδωρον ζ′. Ὅρων τῶν κατὰ τὰς ἄλλας τέχνας πρὸς Μητρόδωρον α′ β′. Σύνταξις δευτέρα· Περὶ τῶν ὁμοίων πρὸς Ἀριστοκλέα γ′. Περὶ τῶν ὅρων πρὸς Μητρόδωρον ζ′. Σύνταξις τρίτη· Περὶ τῶν οὐκ ὀρθῶς τοῖς ὅροις ἀντιλεγομένων πρὸς Λαοδάμαντα ζ′.Πιθανὰ εἰς τοὺς ὅρους πρὸς Διοσκουρίδην β′. Περὶ εἰδῶν καὶ γενῶν πρὸς Γοργιππίδην β′. Περὶ διαιρέσεων α′. Περὶ ἐναντίων πρὸς Διονύσιον β′. Πιθανὰ πρὸς τὰς διαιρέσεις καὶ τὰ γένη καὶ τὰ εἴδη καὶ 〈τὰ〉 περὶ τῶν ἐναντίων α′. Σύνταξις τετάρτη· Περὶ τῶν ἐτυμολογικῶν πρὸς Διοκλέα ζ′. Ἐτυμολογικῶν πρὸς Διοκλέα δ′. Σύνταξις πέμπτη· Περὶ παροιμιῶν πρὸς Ζηνόδοτον β′. Περὶ ποιημάτων πρὸς Φιλομαθῆ α′. Περὶ τοῦ πῶς δεῖ τῶν ποιημάτων ἀκούειν β′. Πρὸς τοὺς κριτικοὺς πρὸς Διόδωρον α′.Ἠθικοῦ τόπου περὶ τὸν κοινὸν λόγον καὶ τὰς ἐκ τούτου συνισταμένας τέχνας καὶ ἀρετάς. Σύνταξις πρώτη· Πρὸς τὰς ἀναζωγραφήσεις πρὸς Τιμώνακτα α′. Περὶ τοῦ πῶς ἕκαστα λέγομεν καὶ διανοούμεθα α′. Περὶ τῶν ἐννοιῶν πρὸς Λαοδάμαντα β′. Περὶ ὑπολήψεως πρὸς Πυθώνακτα γ′. Ἀποδείξεις πρὸς τὸ μὴ δοξάσειν τὸν σοφὸν α′. Περὶ καταλήψεως καὶ ἐπιστήμης καὶ ἀγνοίας δ′. Περὶ λόγου β′. Περὶ τῆς χρήσεως τοῦ λόγου πρὸς Λεπτίνην. Σύνταξις δευτέρα· Περὶ τοῦ ἐγκρίνειν τοὺς ἀρχαίους τὴν διαλεκτικὴν σὺν ταῖς ἀποδείξεσι πρὸς Ζήνωνα β′.Περὶ τῆς διαλεκτικῆς πρὸς Ἀριστοκρέοντα δ′. Περὶ τῶν ἀντιλεγομένων τοῖς διαλεκτικοῖς γ′. Περὶ τῆς ῥητορικῆς πρὸς Διοσκουρίδην δ′. Σύνταξις τρίτη· Περὶ ἕξεως πρὸς Κλέωνα γ′. Περὶ τέχνης καὶ ἀτεχνίας πρὸς Ἀριστοκρέοντα δ′. Περὶ τῆς διαφορᾶς τῶν ἀρετῶν πρὸς Διόδωρον δ′. Περὶ τοῦ ποιὰς εἶναι τὰς ἀρετὰς α′. Περὶ ἀρετῶν πρὸς Πόλλιν β′. Ἠθικοῦ τόπου περὶ ἀγαθῶν καὶ κακῶν. Σύνταξις πρώτη· Περὶ τοῦ καλοῦ καὶ τῆς ἡδονῆς πρὸς Ἀριστοκρέοντα ι′. Ἀποδείξεις πρὸς τὸ μὴ εἶναι τὴν ἡδονὴν τέλος δ′. Ἀποδείξεις πρὸς τὸ μὴ εἶναι τὴν ἡδονὴν ἀγαθὸν δ′. Περὶ τῶν λεγομένων ὑπὲρ τῆς * * *