καίτοι τίνος χάριν ποριστέον αὐτῷ; εἰ μὲν γὰρ τοῦ ζῆν ἕνεκεν, ἀδιάφορον τὸ ζῆν· εἰ δὲ ἡδονῆς, καὶ αὕτη ἀδιάφορος· εἰ δὲ τῆς ἀρετῆς, αὐτάρκης αὕτη πρὸς εὐδαιμονίαν. καταγέλαστοι δὲ καὶ οἱ τρόποι τοῦ πορισμοῦ, οἷον οἱ ἀπὸ βασιλέως· εἴκειν γὰρ αὐτῷ δεήσει. καὶ οἱ ἀπὸ φιλίας· λήμματος γὰρ ὤνιος ἡ φιλία ἔσται. καὶ οἱ ἀπὸ σοφίας· μισθαρνήσει γὰρ ἡ σοφία. καὶ ταῦτα μὲν ἐγκαλεῖται. Ἐπεὶ δʼ ἐνδοξότατα τὰ βιβλίʼ ἐστὶν αὐτῷ, ἔδοξέ μοι καὶ τὴν πρὸς εἶδος ἀναγραφὴν αὐτῶν ἐνταῦθα καταχωρίσαι. καὶ ἔστι τάδε· Λογικοῦ τόπου. Θέσεις λογικαί. Τῶν τοῦ φιλοσόφου σκεμμάτων. Ὅρων διαλεκτικῶν πρὸς Μητρόδωρον ς′. Περὶ τῶν κατὰ τὴν διαλεκτικὴν ὀνομάτων πρὸς Ζήνωνα α′.Τέχνη διαλεκτικὴ πρὸς Ἀρισταγόραν α′. Συνημμένων πιθανῶν πρὸς Διοσκουρίδην δ′. Λογικοῦ τόπου τοῦ περὶ τὰ πράγματα. Σύνταξις πρώτη· Περὶ ἀξιωμάτων α′. Περὶ τῶν οὐχ ἁπλῶν ἀξιωμάτων α′. Περὶ τοῦ συμπεπλεγμένου πρὸς Ἀθηνάδην α′ β′. Περὶ ἀποφατικῶν πρὸς Ἀρισταγόραν γ′. Περὶ τῶν καταγορευτικῶν πρὸς Ἀθηνόδωρον α′. Περὶ τῶν κατὰ στέρησιν λεγομένων πρὸς Θέαρον α′. Περὶ τῶν ἀορίστων ἀξιωμάτων πρὸς Δίωνα α′ β′ γ′. Περὶ τῆς διαφορᾶς τῶν ἀορίστων α′ β′ γ′ δ′. Περὶ τῶν κατὰ χρόνους λεγομένων α′ β′. Περὶ συντελικῶν ἀξιωμάτων β′. Σύνταξις δευτέρα· Περὶ ἀληθοῦς διεζευγμένου πρὸς Γοργιππίδην α′. Περὶ ἀληθοῦς συνημμένου πρὸς Γοργιππίδην α′ β′ γ′ δ′.Αἵρεσις πρὸς Γοργιππίδην α′. Πρὸς τὸ περὶ ἀκολούθων α′. Περὶ τοῦ διὰ τριῶν πάλιν πρὸς Γοργιππίδην α′. Περὶ δυνατῶν πρὸς Κλεῖτον δ′. Πρὸς τὸ περὶ σημασιῶν Φίλωνος α′. Περὶ τοῦ τίνα ἐστὶ τὰ ψευδῆ α′. Σύνταξις τρίτη· Περὶ προσταγμάτων β′. Περὶ ἐρωτήσεως β′. Περὶ πεύσεως δ′. Ἐπιτομὴ περὶ ἐρωτήσεως καὶ πεύσεως α′. Ἐπιτομὴ περὶ ἀποκρίσεως α′. Περὶ ζητήσεως β′. Περὶ ἀποκρίσεως δ′.Σύνταξις τετάρτη· Περὶ τῶν κατηγορημάτων πρὸς Μητρόδωρον ι′. Περὶ ὀρθῶν καὶ ὑπτίων πρὸς Φύλαρχον α′. Περὶ τῶν συναμμάτων πρὸς Ἀπολλωνίδην α′. Πρὸς Πασύλον περὶ κατηγορημάτων δ′. Σύνταξις πέμπτη· Περὶ τῶν πέντε πτώσεων α′. Περὶ τῶν κατὰ τὸ ὑποκείμενον ὡρισμένων ἐκφορῶν α′. Περὶ παρεμφάσεως πρὸς Στησαγόραν β′. Περὶ τῶν προσηγορικῶν β′. Λογικοῦ τόπου περὶ τὰς λέξεις καὶ τὸν κατʼ αὐτὰς λόγον. Σύνταξις πρώτη· Περὶ τῶν ἑνικῶν καὶ πληθυντικῶν ἐκφορῶν ς′. Περὶ λέξεων πρὸς Σωσιγένην καὶ Ἀλέξανδρον ε′. Περὶ τῆς κατὰ τὰς λέξεις ἀνωμαλίας πρὸς Δίωνα δ′. Περὶ τῶν πρὸς τὰς φωνὰς σωριτῶν λόγων γ′. Περὶ σολοικισμῶν. Περὶ σολοικιζόντων λόγων πρὸς Διονύσιον α′. Λόγοι παρὰ τὰς συνηθείας α′. Λέξις πρὸς Διονύσιον α′. Σύνταξις δευτέρα· Περὶ τῶν στοιχείων τοῦ λόγου καὶ τῶν λεγομένων ε′. Περὶ τῆς συντάξεως τῶν λεγομένων δ′.Περὶ τῆς συντάξεως καὶ στοιχείων τῶν λεγομενων πρὸς Φίλιππον γ′. Περὶ τῶν στοιχείων τοῦ λόγου πρὸς Νικίαν α′. Περὶ τοῦ πρὸς ἕτερα λεγομένου α′. Σύνταξις τρίτη· Πρὸς τοὺς μὴ διαιρουμένους β′. Περὶ ἀμφιβολιῶν πρὸς Ἀπολλᾶν δ′. Περὶ τῶν τροπικῶν ἀμφιβολιῶν α′. Περὶ συνημμένης τροπικῆς ἀμφιβολίας β′. Πρὸς τὸ περὶ ἀμφιβολιῶν Πανθοίδου β′. Περὶ τῆς εἰς τὰς ἀμφιβολίας εἰσαγωγῆς ε′. Ἐπιτομὴ τῶν πρὸς Ἐπικράτην ἀμφιβολιῶν α′. Συνημμένα πρὸς τὴν εἰσαγωγὴν τῶν εἰς τὰς ἀμφιβολίας β′. Λογικοῦ τόπου πρὸς τοὺς λόγους καὶ τοὺς τρόπους. Σύνταξις πρώτη· Τέχνη λόγων καὶ τρόπων πρὸς Διοσκουρίδην ε′.Περὶ τῶν λόγων γ′. Περὶ τρόπων συστάσεως πρὸς Στησαγόραν β′. Σύγκρισις τῶν τροπικῶν ἀξιωμάτων α′. Περὶ ἀντιστρεφόντων λόγων καὶ συνημμένων α′. Πρὸς Ἀγάθωνα ἢ περὶ τῶν ἑξῆς προβλημάτων α′. Περὶ τοῦ τίνα συλλογιστικά τινος μετʼ ἄλλου τε καὶ μετʼ ἄλλων α′. Περὶ τῶν ἐπιφορῶν πρὸς Ἀρισταγόραν α′. Περὶ τοῦ τάττεσθαι τὸν αὐτὸν λόγον ἐν πλείοσι τρόποις α′. Πρὸς τὰ ἀντειρημένα τῷ τὸν αὐτὸν λόγον ἐν συλλογιστικῷ καὶ ἀσυλλογίστῳ τετάχθαι τρόπῳ β′. Πρὸς τὰ ἀντειρημένα ταῖς τῶν συλλογισμῶν ἀναλύσεσι γ′. Πρὸς τὸ περὶ τρόπων Φίλωνος πρὸς Τιμόστρατον α′. Λογικὰ συνημμένα πρὸς Τιμοκράτην καὶ Φιλομαθῆ· εἰς τὰ περὶ λόγων καὶ τρόπων α′.Σύνταξις δευτέρα· Περὶ τῶν περαινόντων λόγων πρὸς Ζήνωνα α′. Περὶ τῶν πρώτων καὶ ἀναποδείκτων συλλογισμων πρὸς Ζήνωνα α′. Περὶ τῆς ἀναλύσεως τῶν συλλογισμῶν α′. Περὶ τῶν παρελκόντων λόγων πρὸς Πασύλον β′. Περὶ τῶν εἰς τοὺς συλλογισμοὺς θεωρημάτων α′. Περὶ συλλογισμῶν εἰσαγωγικῶν πρὸς Ζήνωνα α′. Τῶν πρὸς εἰσαγωγὴν τρόπων πρὸς Ζήνωνα γ′. Περὶ τῶν κατὰ ψευδῆ σχήματα συλλογισμῶν ε′. Λόγοι συλλογιστικοὶ κατʼ ἀνάλυσιν ἐν τοῖς ἀναποδείκτοις α′. Τροπικὰ ζητήματα πρὸς Ζήνωνα καὶ Φιλομαθῆ α′ ʽτοῦτο δοκεῖ ψευδεπίγραφον̓. Σύνταξις τρίτη· Περὶ τῶν μεταπιπτόντων λόγων πρὸς Ἀθηνάδην α′ ψευδεπίγραφον.Λόγοι μεταπίπτοντες πρὸς τὴν μεσότητα γ′ (ψευδεπίγραφα). Πρὸς τοὺς Ἀμεινίου διαζευκτικοὺς α′. Σύνταξις τετάρτη· Περὶ ὑποθέσεων πρὸς Μελέαγρον γ′. Λόγοι ὑποθετικοὶ εἰς τοὺς νόμους πρὸς Μελέαγρον πάλιν α′. Λόγοι ὑποθετικοὶ πρὸς εἰσαγωγὴν β′. Λόγοι ὑποθετικοὶ θεωρημάτων β′. Λύσεις τῶν Ἡδύλου ὑποθετικῶν β′. Λύσεις τῶν Ἀλεξάνδρου ὑποθετικῶν γ′ (ψευδεπίγραφα). Περὶ ἐκθέσεων πρὸς Λαοδάμαντα α′. Σύνταξις πέμπτη· Περὶ τῆς εἰς τὸν ψευδόμενον εἰσαγωγῆς πρὸς Ἀριστοκρέοντα α′. Λόγοι ψευδόμενοι πρὸς εἰσαγωγὴν α′. Περὶ τοῦ ψευδομένου πρὸς Ἀριστοκρέοντα ς′. Σύνταξις ἕκτη· Πρὸς τοὺς νομίζοντας καὶ ψευδῆ καὶ ἀληθῆ εἶναι α′.