πρὸς δὲ τὸν μονήρη καὶ ἑαυτῷ λαλοῦντα, οὐ φαύλῳ, ἔφη, ἀνθρώπῳ λαλεῖς. ὀνειδίσαντος αὐτῷ τινος εἰς τὸ γῆρας, Κἀγώ, ἔφη, ἀπιέναι βούλομαι· ὅταν δὲ πανταχόθεν ἐμαυτὸν ὑγιαίνοντα περινοῶ καὶ γράφοντα καὶ ἀναγινώσκοντα, πάλιν μένω. τοῦτόν φασιν εἰς ὄστρακα καὶ βοῶν ὠμοπλάτας γράφειν ἅπερ ἤκουε παρὰ τοῦ Ζήνωνος, ἀπορίᾳ κερμάτων ὥστε ὠνήσασθαι χαρτία. τοιοῦτος δʼ ὢν ἐξίσχυσε, πολλῶν καὶ ἄλλων ὄντων ἀξιολόγων Ζήνωνος μαθητῶν, αὐτὸς διαδέξασθαι τὴν σχολήν. Βιβλία δὲ κάλλιστα καταλέλοιπεν, ἅ ἐστι τάδε· Περὶ χρόνου. Περὶ τῆς [τοῦ] Ζήνωνος φυσιολογίας δύο. Τῶν Ἡρακλείτου ἐξηγήσεις, τέσσαρα. Περὶ αἰσθήσεως. Περὶ τέχνης. Πρὸς Δημόκριτον. Πρὸς Ἀρίσταρχον. Πρὸς Ἥριλλον. Περὶ ὁρμῆς δύο.Ἀρχαιολογία. Περὶ θεῶν. Περὶ γιγάντων. Περὶ ὑμεναίου. Περὶ τοῦ ποιητοῦ. Περὶ τοῦ καθήκοντος τρία. Περὶ εὐβουλίας. Περὶ χάριτος. Προτρεπτικός. Περὶ ἀρετῶν. Περὶ εὐφυΐας. Περὶ Γοργίππου. Περὶ φθονερίας. Περὶ ἔρωτος. Περὶ ἐλευθερίας. Ἐρωτικὴ τέχνη. Περὶ τιμῆς. Περὶ δόξης. Πολιτικός. Περὶ βουλῆς Περὶ νόμων. Περὶ τοῦ δικάζειν. Περὶ ἀγωγῆς. Περὶ τοῦ λόγου τρία. Περὶ τέλους. Περὶ καλῶν. Περὶ πράξεων. Περὶ ἐπιστήμης. Περὶ βασιλείας. Περὶ φιλίας. Περὶ συμποσίου. Περὶ τοῦ ὅτι ἡ αὐτὴ ἀρετὴ [καὶ] ἀνδρὸς καὶ γυναικός. Περὶ τοῦ τὸν σοφὸν σοφιστεύειν. Περὶ χρειῶν. Διατριβῶν δύο. Περὶ ἡδονῆς. Περὶ ἰδίων. Περὶ τῶν ἀπόρων. Περὶ διαλεκτικῆς. Περὶ τρόπων. Περὶ κατηγορημάτων. Ταῦτα αὐτῷ τὰ βιβλία.Καὶ τελευτᾷ τόνδε τὸν τρόπον· διῴδησεν αὐτῷ τὸ οὖλον· ἀπαγορευσάντων δὲ τῶν ἰατρῶν, δύο ἡμέρας ἀπέσχετο τροφῆς. καί πως ἔσχε καλῶς ὥστε τοὺς ἰατροὺς αὐτῷ πάντα τὰ συνήθη συγχωρεῖν· τὸν δὲ μὴ ἀνασχέσθαι, ἀλλʼ εἰπόντα ἤδη αὐτῷ προωδοιπορῆσθαι καὶ τὰς λοιπὰς ἀποσχόμενον τελευτῆσαι ταὐτὰ Ζήνωνι, καθά φασί τινες, [ὀγδοήκοντα] ἔτη βιώσαντα καὶ ἀκούσαντα Ζήνωνος ἔτη ἐννεακαίδεκα. Ἐπαίξαμεν δὴ καὶ ἡμεῖς πρὸς αὐτὸν οὕτως· Αἰνῶ Κλεάνθην, ἀλλὰ μᾶλλον Ἀΐδην· ἰδὼν γὰρ αὐτὸν πρέσβυν οὐκ ἠνέσχετο τὸ μὴ οὐ τὸ λοιπὸν ἄνεσιν ἐν φθιτοῖς ἔχειν τοσοῦτον ἀντλήσαντα τοῦ βίου χρόνον.Τούτου, καθάπερ προειρήκαμεν, ἤκουσε μετὰ Ζήνωνα καὶ Σφαῖρος ὁ Βοσποριανός, ὃς προκοπὴν ἱκανὴν περιποιησάμενος λόγων εἰς Ἀλεξάνδρειαν ἀπῄει πρὸς Πτολεμαῖον τὸν Φιλοπάτορα. λόγου δέ ποτε γενομένου περὶ τοῦ δοξάσειν τὸν σοφὸν καὶ τοῦ Σφαίρου εἰπόντος ὡς οὐ δοξάσει, βουλόμενος ὁ βασιλεὺς ἐλέγξαι αὐτόν, κηρίνας ῥόας ἐκέλευσε παρατεθῆναι· τοῦ δὲ Σφαίρου ἀπατηθέντος ἀνεβόησεν ὁ βασιλεὺς ψευδεῖ συγκατατεθεῖσθαι αὐτὸν φαντασίᾳ. πρὸς ὃν ὁ Σφαῖρος εὐστόχως ἀπεκρίνατο, εἰπὼν οὕτως συγκατατεθεῖσθαι, οὐχ ὅτι ῥόαι εἰσίν, ἀλλʼ ὅτι εὔλογόν ἐστι ῥόας αὐτὰς εἶναι· διαφέρειν δὲ τὴν καταληπτικὴν φαντασίαν τοῦ εὐλόγου. πρὸς δὲ Μνησίστρατον κατηγοροῦντα αὐτοῦ ὅτι Πτολεμαῖον οὔ φησι βασιλέα εἶναι, τοιοῦτον δʼ ὄντα τὸν Πτολεμαῖον καὶ βασιλέα εἶναι.Βιβλία δὲ γέγραφε τάδε· Περὶ κόσμου δύο. Περὶ στοιχείων. Περὶ σπέρματος. Περὶ τύχης. Περὶ ἐλαχίστων. Πρὸς τὰς ἀτόμους καὶ τὰ εἴδωλα. Περὶ αἰσθητηρίων. Περὶ Ἡρακλείτου πέντε διατριβῶν. Περὶ τῆς ἠθικῆς διατάξεως. Περὶ καθήκοντος. Περὶ ὁρμῆς. Περὶ παθῶν δύο. Περὶ βασιλείας. Περὶ Λακωνικῆς πολιτείας. Περὶ Λυκούργου καὶ Σωκράτους τρίς. Περὶ νόμου. Περὶ μαντικῆς. Διαλόγους ἐρωτικούς. Περὶ τῶν Ἐρετριακῶν φιλοσόφων. Περὶ ὁμοίων. Περὶ ὅρων. Περὶ ἕξεως. Περὶ τῶν ἀντιλεγομένων τρία. Περὶ λόγου. Περὶ πλούτου. Περὶ δόξης. Περὶ θανάτου. Τέχνης διαλεκτικῆς δύο. Περὶ κατηγορημάτων. Περὶ ἀμφιβολιῶν. Ἐπιστολάς.Χρύσιππος Ἀπολλωνίου Σολεὺς ἢ Ταρσεύς, ὡς Ἀλέξανδρος ἐν Διαδοχαῖς, μαθητὴς Κλεάνθους. οὗτος πρότερον μὲν δόλιχον ἤσκει, ἔπειτʼ ἀκούσας Ζήνωνος ἢ Κλεάνθους, ὡς Διοκλῆς καὶ οἱ πλείους, ἔτι τε ζῶντος ἀπέστη αὐτοῦ καὶ οὐχ ὁ τυχὼν ἐγένετο κατὰ φιλοσοφίαν· ἀνὴρ εὐφυὴς καὶ ὀξύτατος ἐν παντὶ μέρει οὕτως ὥστε καὶ ἐν τοῖς πλείστοις διηνέχθη πρὸς Ζήνωνα, ἀλλὰ καὶ πρὸς Κλεάνθην, ᾧ καὶ πολλάκις ἔλεγε μόνης τῆς τῶν δογμάτων διδασκαλίας χρῄζειν, τὰς δὲ ἀποδείξεις αὐτὸς εὑρήσειν. μετενόει μέντοι ὁπότε πρὸς αὐτὸν ἀποτείνοιτο, ὥστε συνεχὲς προφέρεσθαι ταῦτα· ἐγὼ δὲ τἄλλα μακάριος πέφυκʼ ἀνὴρ πλὴν εἰς Κλεάνθην· τοῦτο δʼ οὐκ εὐδαιμονῶ.Οὕτω δʼ ἐπίδοξος ἐν τοῖς διαλεκτικοῖς ἐγένετο, ὥστε δοκεῖν τοὺς πλείους ὅτι εἰ παρὰ θεοῖς ἦν [ἡ] διαλεκτική, οὐκ ἂν ἄλλη ἦν ἢ ἡ Χρυσίππειος. πλεονάσας δὲ τοῖς πράγμασι τὴν λέξιν οὐ κατώρθωσε. πονικώτατός τε παρʼ ὁντινοῦν γέγονεν, ὡς δῆλον ἐκ τῶν συγγραμμάτων αὐτοῦ· τὸν ἀριθμὸν γὰρ ὑπὲρ πέντε καὶ ἑπτακόσιά ἐστιν. ἐπλήθυνε δʼ αὐτὰ πολλάκις ὑπὲρ τοῦ αὐτοῦ δόγματος ἐπιχειρῶν καὶ πᾶν τὸ ὑποπεσὸν γράφων καὶ διορθούμενος πλεονάκις πλείστῃ τε τῶν μαρτυριῶν παραθέσει χρώμενος· ὥστε καὶ ἐπειδή ποτʼ ἔν τινι τῶν συγγραμμάτων παρʼ ὀλίγον τὴν Εὐριπίδου Μήδειαν ὅλην παρετίθετο καί τις μετὰ χεῖρας εἶχε τὸ βιβλίον, πρὸς τὸν πυθόμενον τί ἄρα ἔχοι, ἔφη, Χρυσίππου Μήδειαν.