Ἔλεγε δὲ μηδὲν εἶναι τῆς οἰήσεως ἀλλοτριώτερον πρὸς κατάληψιν τῶν ἐπιστημῶν, μηδενός θʼ ἡμᾶς οὕτως εἶναι ἐνδεεῖς ὡς χρόνου. ἐρωτηθεὶς τίς ἐστι φίλος, ἄλλος, ἔφη, ἐγώ. δοῦλον ἐπὶ κλοπῇ, φασίν, ἐμαστίγου· τοῦ δʼ εἰπόντος, εἵμαρτό μοι κλέψαι, ἔφη, καὶ δαρῆναι. τὸ κάλλος εἶπε τῆς σωφροσύνης ἄνθος εἶναι· οἱ δὲ τοῦ κάλλους τὴν σωφροσύνην. τῶν γνωρίμων τινὸς παιδάριον μεμωλωπισμένον θεασάμενος πρὸς αὐτόν, ὁρῶ σου, ἔφη, τοῦ θυμοῦ τὰ ἴχνη· πρὸς τὸν κεχρισμένον τῷ μύρῳ, τίς ἐστιν, ἔφη, ὁ γυναικὸς ὄζων; Διονυσίου δὲ τοῦ Μεταθεμένου εἰπόντος αὐτῷ διὰ τί αὐτὸν μόνον οὐ διορθοῖ, ἔφη, οὐ γάρ σοι πιστεύω. πρὸς τὸ φλυαροῦν μειράκιον, διὰ τοῦτο, εἶπε, δύο ὦτα ἔχομεν, στόμα δὲ ἕν, ἵνα πλείονα μὲν ἀκούωμεν, ἥττονα δὲ λέγωμεν.ἐν συμποσίῳ κατακείμενος σιγῇ τὴν αἰτίαν ἠρωτήθη· ἔφη οὖν τῷ ἐγκαλέσαντι ἀπαγγεῖλαι πρὸς τὸν βασιλέα ὅτι παρῆν τις σιωπᾶν ἐπιστάμενος· ἦσαν δὲ οἱ ἐρωτήσαντες παρὰ Πτολεμαίου πρέσβεις ἀφικόμενοι καὶ βουλόμενοι μαθεῖν τί εἴποιεν παρʼ αὐτοῦ πρὸς τὸν βασιλέα. ἐρωτηθεὶς πῶς ἔχει πρὸς λοιδορίαν, καθάπερ, εἶπεν, εἰ πρεσβευτὴς ἀναπόκριτος ἀποστέλλοιτο. φησὶ δʼ Ἀπολλώνιος ὁ Τύριος, ἕλκοντος αὐτὸν Κράτητος τοῦ ἱματίου ἀπὸ Στίλπωνος, εἰπεῖν, ὦ Κράτης, λαβὴ φιλοσόφων ἐστὶν ἐπιδέξιος ἡ διὰ τῶν ὤτων· πείσας οὖν ἕλκε τούτων· εἰ δέ με βιάζῃ, τὸ μὲν σῶμα παρὰ σοὶ ἔσται, ἡ δὲ ψυχὴ παρὰ Στίλπωνι.Συνδιέτριψε δὲ καὶ Διοδώρῳ, καθά φησιν Ἱππόβοτος· παρʼ ᾧ καὶ τὰ διαλεκτικὰ ἐξεπόνησεν. ἤδη δὲ προκόπτων εἰσῄει καὶ πρὸς Πολέμωνα ὑπʼ ἀτυφίας, ὥστε φασὶ λέγειν ἐκεῖνον, οὐ λανθάνεις, ὦ Ζήνων, ταῖς κηπαίαις παρεισρέων θύραις καὶ τὰ δόγματα κλέπτων Φοινικικῶς μεταμφιεννύς. καὶ πρὸς τὸν δείξαντα δʼ αὐτῷ διαλεκτικὸν ἐν τῷ θερίζοντι λόγῳ ἑπτὰ διαλεκτικὰς ἰδέας πυθέσθαι, πόσας εἰσπράττεται μισθοῦ· ἀκούσαντα δὲ ἑκατόν, διακοσίας αὐτῷ δοῦναι. τοσοῦτον ἤσκει φιλομάθειαν. φασὶ δὲ καὶ πρῶτον καθῆκον ὠνομακέναι καὶ λόγον περὶ αὐτοῦ πεποιηκέναι. τούς θʼ Ἡσιόδου στίχους μεταγράφειν οὕτω· κεῖνος μὲν πανάριστος ὃς εὖ εἰπόντι πίθηται, ἐσθλὸς δʼ αὖ κἀκεῖνος ὃς αὐτὸς πάντα νοήσῃ.κρείττονα γὰρ εἶναι τὸν ἀκοῦσαι καλῶς δυνάμενον τὸ λεγόμενον καὶ χρῆσθαι αὐτῷ τοῦ διʼ αὑτοῦ τὸ πᾶν συννοήσαντος· τῷ μὲν γὰρ εἶναι μόνον τὸ συνεῖναι, τῷ δʼ εὖ πεισθέντι προσεῖναι καὶ τὴν πρᾶξιν. Ἐρωτηθεὶς δέ, φησί, διὰ τί αὐστηρὸς ὢν ἐν τῷ πότῳ διαχεῖται ἔφη, καὶ οἱ θέρμοι πικροὶ ὄντες βρεχόμενοι γλυκαίνονται. φησὶ δὲ καὶ Ἑκάτων ἐν τῷ δευτέρῳ τῶν Χρειῶν ἀνίεσθαι αὐτὸν ἐν ταῖς τοιαύταις κοινωνίαις. ἔλεγέ τε κρεῖττον εἶναι τοῖς ποσὶν ὀλισθεῖν ἢ τῇ γλώττῃ. τὸ εὖ γίνεσθαι μὲν παρὰ μικρόν, οὐ μὴν μικρὸν εἶναι. [οἱ δὲ Σωκράτους.]Ἦν δὲ καρτερικώτατος καὶ λιτότατος, ἀπύρῳ τροφῇ χρώμενος καὶ τρίβωνι λεπτῷ, ὥστε λέγεσθαι ἐπʼ αὐτοῦ· τὸν δʼ οὔτʼ ἂρ χειμὼν κρυόεις, οὐκ ὄμβρος ἀπείρων, οὐ φλὸξ ἠελίοιο δαμάζεται, οὐ νόσος αἰνή, οὐκ ἔροτις δήμου ἐναρεῖ μένος, ἀλλʼ ὅ γʼ ἀτειρὴς ἀμφὶ διδασκαλίῃ τέτατι νύκτας τε καὶ ἦμαρ. οἵ γε μὴν κωμικοὶ ἐλάνθανον ἐπαινοῦντες αὐτὸν διὰ τῶν σκωμμάτων. ἵνα καὶ Φιλήμων φησὶν οὕτως ἐν δράματι Φιλοσόφοις· εἷς ἄρτος, ὄψον ἰσχάς, ἐπιπιεῖν ὕδωρ. φιλοσοφίαν καινὴν γὰρ οὗτος φιλοσοφεῖ, πεινῆν διδάσκει καὶ μαθητὰς λαμβάνει· οἱ δὲ Ποσειδίππου. Ἤδη δὲ καὶ εἰς παροιμίαν σχεδὸν ἐχώρησεν. ἐλέγετο γοῦν ἐπʼ αὐτοῦ· τοῦ φιλοσόφου Ζήνωνος ἐγκρατέστερος. ἀλλὰ καὶ Ποσείδιππος Μεταφερομένοις· ὥστʼ ἐν ἡμέραις δέκα εἶναι δοκεῖν Ζήνωνος ἐγκρατέστερον.Τῷ γὰρ ὄντι πάντας ὑπερεβάλλετο τῷ τʼ εἴδει τούτῳ καὶ τῇ σεμνότητι καὶ δὴ νὴ Δία τῇ μακαριότητι· ὀκτὼ γὰρ πρὸς τοῖς ἐνενήκοντα βιοὺς ἔτη κατέστρεψεν, ἄνοσος καὶ ὑγιὴς διατελέσας. Περσαῖος δέ φησιν ἐν ταῖς Ἠθικαῖς σχολαῖς δύο καὶ ἑβδομήκοντα ἐτῶν τελευτῆσαι αὐτόν, ἐλθεῖν δʼ Ἀθήναζε δύο καὶ εἴκοσιν ἐτῶν· ὁ δʼ Ἀπολλώνιός φησιν ἀφηγήσασθαι τῆς σχολῆς αὐτὸν ἔτη δυοῖν δέοντα ἑξήκοντα. ἐτελεύτα δὴ οὕτως· ἐκ τῆς σχολῆς ἀπιὼν προσέπταισε καὶ τὸν δάκτυλον περιέρρηξε· παίσας δὲ τὴν γῆν τῇ χειρί, φησὶ τὸ ἐκ τῆς Νιόβης, ἔρχομαι· τί μʼ αὔεις; καὶ παραχρῆμα ἐτελεύτησεν, ἀποπνίξας ἑαυτόν.Ἀθηναῖοι δʼ ἔθαψαν αὐτὸν ἐν τῷ Κεραμεικῷ καὶ ψηφίσμασι τοῖς προειρημένοις ἐτίμησαν, τὴν ἀρετὴν αὐτῷ προσμαρτυροῦντες. καὶ Ἀντίπατρος ὁ Σιδώνιος ἐποίησεν οὕτως εἰς αὐτόν· τῆνος ὅδε Ζήνων Κιτίῳ φίλος, ὅς ποτʼ Ὄλυμπον ἔδραμεν, οὐκ Ὄσσῃ Πήλιον ἀνθέμενος, οὐδὲ τά γʼ Ἡρακλῆος ἀέθλεε· τὰν δέ ποτʼ ἄστρα ἀτραπιτὸν μούνας εὗρε σαοφροσύνας.καὶ ἄλλο Ζηνόδοτος ὁ στωικός, Διογένους μαθητής· ἔκτισας αὐτάρκειαν, ἀφεὶς κενεαυχέα πλοῦτον, Ζήνων, σὺν πολιῷ σεμνὸς ἐπισκυνίῳ· ἄρσενα γὰρ λόγον εὗρες, ἐνηθλήσω δὲ προνοίᾳ αἵρεσιν, ἀτρέστου ματέρʼ ἐλευθερίας· εἰ δὲ πάτρα Φοίνισσα, τίς ὁ φθόνος; οὐ καὶ ὁ Κάδμος κεῖνος, ἀφʼ οὗ γραπτὰν Ἑλλὰς ἔχει σελίδα; καὶ κοινῇ δὲ καὶ περὶ πάντων τῶν στωικῶν Ἀθήναιος ὁ ἐπιγραμματοποιός φησιν οὕτως· ὦ στωικῶν μύθων εἰδήμονες, ὦ πανάριστα δόγματα ταῖς ἱεραῖς ἐνθέμενοι σελίσιν, τὰν ἀρετὰν ψυχᾶς ἀγαθὸν μόνον· ἅδε γὰρ ἀνδρῶν μούνα καὶ βιοτὰν ῥύσατο καὶ πόλιας. σαρκὸς δʼ ἡδυπάθημα, φίλον τέλος ἀνδράσιν ἄλλοις, ἡ μία τῶν Μνήμης ἤνυσε θυγατέρων.