Τῆς παιδείας ἔφη τὰς μὲν ῥίζας εἶναι πικράς, τὸν δὲ καρπὸν γλυκύν. ἐρωτηθεὶς τί γηράσκει ταχύ, χάρις, ἔφη. ἐρωτηθεὶς τί ἐστιν ἐλπίς, ἐγρηγορότος, εἶπεν, ἐνύπνιον. Διογένους ἰσχάδʼ αὐτῷ διδόντος νοήσας ὅτι, εἰ μὴ λάβοι, χρείαν εἴη μεμελετηκώς, λαβὼν ἔφη Διογένην μετὰ τῆς χρείας καὶ τὴν ἰσχάδα ἀπολωλεκέναι· πάλιν τε διδόντος λαβὼν καὶ μετεωρίσας ὡς τὰ παιδία εἰπών τε μέγας Διογένης, ἀπέδωκεν αὐτῷ. τριῶν ἔφη δεῖν παιδείᾳ, φύσεως, μαθήσεως, ἀσκήσεως. ἀκούσας ὑπό τινος λοιδορεῖσθαι, ἀπόντα με, ἔφη, καὶ μαστιγούτω. τὸ κάλλος παντὸς ἔλεγεν ἐπιστολίου συστατικώτερον.οἱ δὲ οὕτω μὲν Διογένην φασὶν ὁρίσασθαι, αὐτὸν δὲ θεοῦ δῶρον εἰπεῖν εὐμορφίαν· Σωκράτην δὲ ὀλιγοχρόνιον τυραννίδα· Πλάτωνα προτέρημα φύσεως· Θεόφραστον σιωπῶσαν ἀπάτην· Θεόκριτον ἐλεφαντίνην ζημίαν· Καρνεάδην ἀδορυφόρητον βασιλείαν. ἐρωτηθεὶς τίνι διαφέρουσιν οἱ πεπαιδευμένοι τῶν ἀπαιδεύτων, ὅσῳ, εἶπεν, οἱ ζῶντες τῶν τεθνεώτων. τὴν παιδείαν ἔλεγεν ἐν μὲν ταῖς εὐτυχίαις εἶναι κόσμον, ἐν δὲ ταῖς ἀτυχίαις καταφυγήν. τῶν γονέων τοὺς παιδεύσαντας ἐντιμοτέρους εἶναι τῶν μόνον γεννησάντων· τοὺς μὲν γὰρ τὸ ζῆν, τοὺς δὲ τὸ καλῶς ζῆν παρασχέσθαι. πρὸς τὸν καυχώμενον ὡς ἀπὸ μεγάλης πόλεως εἴη, οὐ τοῦτο, ἔφη, δεῖ σκοπεῖν, ἀλλʼ ὅστις μεγάλης πατρίδος ἄξιός ἐστιν.ἐρωτηθεὶς τί ἐστι φίλος, ἔφη, μία ψυχὴ δύο σώμασιν ἐνοικοῦσα. τῶν ἀνθρώπων ἔλεγε τοὺς μὲν οὕτω φείδεσθαι ὡς ἀεὶ ζησομένους, τοὺς δὲ οὕτως ἀναλίσκειν ὡς αὐτίκα τεθνηξομένους. πρὸς τὸν πυθόμενον διὰ τί τοῖς καλοῖς πολὺν χρόνον ὁμιλοῦμεν, τυφλοῦ, ἔφη, τὸ ἐρώτημα. ἐρωτηθεὶς τί ποτʼ αὐτῷ περιγέγονεν ἐκ φιλοσοφίας, ἔφη, τὸ ἀνεπιτάκτως ποιεῖν ἅ τινες διὰ τὸν ἀπὸ τῶν νόμων φόβον ποιοῦσιν. ἐρωτηθεὶς πῶς ἂν προκόπτοιεν οἱ μαθηταί, ἔφη, ἐὰν τοὺς προέχοντας διώκοντες τοὺς ὑστεροῦντας μὴ ἀναμένωσι. πρὸς τὸν εἰπόντα ἀδολέσχην, ἐπειδὴ αὐτοῦ πολλὰ κατήντλησε, μήτι σου κατεφλυάρησα; μὰ Δίʼ, εἶπεν· οὐ γάρ σοι προσεῖχον.πρὸς τὸν αἰτιασάμενον ὡς εἴη μὴ ἀγαθῷ ἔρανον δεδωκώς—φέρεται γὰρ καὶ οὕτως—οὐ τῷ ἀνθρώπῳ, φησίν, ἔδωκα, ἀλλὰ τῷ ἀνθρωπίνῳ. ἐρωτηθεὶς πῶς ἂν τοῖς φίλοις προσφεροίμεθα, ἔφη, ὡς ἂν εὐξαίμεθα αὐτοὺς ἡμῖν προσφέρεσθαι. τὴν δικαιοσύνην ἔφη ἀρετὴν ψυχῆς διανεμητικὴν τοῦ κατʼ ἀξίαν. κάλλιστον ἐφόδιον τῷ γήρᾳ τὴν παιδείαν ἔλεγε. φησὶ δὲ Φαβωρῖνος ἐν τῷ δευτέρῳ τῶν Ἀπομνημονευμάτων ὡς ἑκάστοτε λέγοι, ᾧ φίλοι, οὐδεὶς φίλος· ἀλλὰ καὶ ἐν τῷ ἑβδόμῳ τῶν Ἠθικῶν ἐστι. καὶ ταῦτα μὲν εἰς αὐτὸν ἀναφέρεται. Συνέγραψε δὲ πάμπλειστα βιβλία, ἅπερ ἀκόλουθον ἡγησάμην ὑπογράψαι διὰ τὴν περὶ πάντας λόγους τἀνδρὸς ἀρετήν·Περὶ δικαιοσύνης α′ β′ γ′ δ′. Περὶ ποιητῶν α′ β′ γ′. Περὶ φιλοσοφίας α′ β′ γ′. Περὶ πολιτικοῦ α′ β′. Περὶ ῥητορικῆς ἢ Γρῦλος α′. Νήρινθος α′. Σοφιστὴς α′. Μενέξενος α′. Ἐρωτικὸς α′. Συμπόσιον α′. Περὶ πλούτου α′. Προτρεπτικὸς α′. Περὶ ψυχῆς α′. Περὶ εὐχῆς α′. Περὶ εὐγενείας α′. Περὶ ἡδονῆς α′. Ἀλέξανδρος ἢ ὑπὲρ ἀποίκων α′. Περὶ βασιλείας α′. Περὶ παιδείας α′. Περὶ τἀγαθοῦ α′ β′ γ′. Τὰ ἐκ τῶν νόμων Πλάτωνος α′ β′ γ′. Τὰ ἐκ τῆς πολιτείας α′ β′. Περὶ οἰκονομίας α′. Περὶ φιλίας α′. Περὶ τοῦ πάσχειν ἢ πεπονθέναι α′. Περὶ ἐπιστημῶν α′. Περὶ ἐριστικῶν α′ β′. Λύσεις ἐριστικαὶ δ′. Διαιρέσεις σοφιστικαὶ δ′. Περὶ ἐναντίων α′. Περὶ εἰδῶν καὶ γενῶν α′. Περὶ ἰδίων α′.Ύπομνήματα ἐπιχειρηματικὰ γ′. Προτάσεις περὶ ἀρετῆς α′ β′. Ἐνστάσεις α′. Περὶ τῶν ποσαχῶς λεγομένων ἢ κατὰ πρόσθεσιν α′. Περὶ παθῶν 〈ἢ περὶ〉 ὀργῆς α′. Ἠθικῶν α′ β′ γ′ δ′ ε′. Περὶ στοιχείων α′ β′ γ′. Περὶ ἐπιστήμης α′. Περὶ ἀρχῆς α′. Διαιρέσεις ιζʼ. Διαιρετικὸν α′. 〈Περὶ〉 ἐρωτήσεως καὶ ἀποκρίσεως α′ β′. Περὶ κινήσεως α′. Προτάσεις α′. Προτάσεις ἐριστικαὶ α′. Συλλογισμοὶ α′. Προτέρων ἀναλυτικῶν α′ β′ γ′ δ′ ε′ σ′ ζ′ η′. Ἀναλυτικῶν ὑστέρων μεγάλων α′ β′ Περὶ προβλημάτων α′. Μεθοδικὰ α′ β′ γ′ δ′ ε′ σ′ ζ′ η′. Περὶ τοῦ βελτίονος α′. Περὶ τῆς ἰδέας α′. Ὅροι πρὸ τῶν τοπικῶν α′ β′ γ′ δ′ ε′ σ′ ζ′. Συλλογισμῶν α′ β′.Συλλογιστικὸν καὶ ὅροι α′. Περὶ τοῦ αἱρετοῦ καὶ τοῦ συμβεβηκότος α′. Τὰ πρὸ τῶν τόπων α′. Τοπικῶν πρὸς τοὺς ὅρους α′ β′. Πάθη α′. Διαιρετικὸν α′. Μαθηματικὸν α′. Ὁρισμοὶ ιγʼ. Ἐπιχειρημάτων α′ β′. Περὶ ἡδονῆς α′. Προτάσεις α′. Περὶ ἑκουσίου α′. Περὶ καλοῦ α′. Θέσεις ἐπιχειρηματικαὶ κεʼ. Θέσεις ἐρωτικαὶ δ′. Θέσεις φιλικαὶ β′. Θέσεις περὶ ψυχῆς α′. Πολιτικὰ β′. Πολιτικῆς ἀκροάσεως ὡς ἡ Θεοφράστου α′ β′ γ′ δ′ ε′ σ′ ζ′ η′. Περὶ δικαίων α′ β′. Τεχνῶν συναγωγὴ α′ β′. Τέχνης ῥητορικῆς α′ β′. Τέχνη α′. Αλλης τεχνῶν συναγωγῆς α′ β′. Μεθοδικὸν α′. Τέχνης τῆς Θεοδέκτου συναγωγὴ α′. Πραγματεία τέχνης ποιητικῆς α′ β′. Ἐνθυμήματα ῥητορικὰ α′. Περὶ μεγέθους α′. Ἐνθυμημάτων διαιρέσεις α′. Περὶ λέξεως α′ β′. Περὶ συμβουλίας α′.Συναγωγῆς α′ β′. Περὶ φύσεως α′ β′ γ′. Φυσικὸν α′. Περὶ τῆς Ἀρχυτείου φιλοσοφίας α′ β′ γ′. Περὶ τῆς Σπευσίππου καὶ Ξενοκράτους α′. Τὰ ἐκ τοῦ Τιμαίου καὶ τῶν Ἀρχυτείων α′. Πρὸς τὰ Μελίσσου α′. Πρὸς τὰ Ἀλκμαίωνος α′. Πρὸς τοὺς Πυθαγορείους α′. Πρὸς τὰ Γοργίου α′. Πρὸς τὰ Ξενοφάνους α′. Πρὸς τὰ Ζήνωνος α′. Περὶ τῶν Πυθαγορείων α′. Περὶ ζῴων α′ β′ γ′ δ′ ε′ σ′ ζ′ η′ θ′. Ἀνατομῶν α′ β′ γ′ δ′ ε′ σ′ ζ′ η′. Ἐκλογὴ ἀνατομῶν α′. Ὑπὲρ τῶν συνθέτων ζῴων α′. Ὑπὲρ τῶν μυθολογουμένων ζῴων α′. Ὑπὲρ τοῦ μὴ γεννᾶν α′. Περὶ φυτῶν α′ β′. Φυσιογνωμονικὸν α′. Ἰατρικὰ β′. Περὶ μονάδος α′.