Λακύδης Ἀλεξάνδρου Κυρηναῖος. οὗτός ἐστιν ὁ τῆς νέας Ἀκαδημείας κατάρξας καὶ Ἀρκεσίλαον διαδεξάμενος, ἀνὴρ σεμνότατος καὶ οὐκ ὀλίγους ἐσχηκὼς ζηλωτάς· φιλόπονός τε ἐκ νέου καὶ πένης μέν, εὔχαρις δʼ ἄλλως καὶ εὐόμιλος. τοῦτόν φασι καὶ περὶ οἰκονομίαν γλυκύτατα ἐσχηκέναι· ἐπειδὴ γάρ τι προέλοι τοῦ ταμιείου, σφραγισάμενος πάλιν εἴσω τὸν δακτύλιον διὰ τῆς ὀπῆς ἐρρίπτει, ὡς μηδέποτʼ αὐτοῦ περιαιρεθείη τι καὶ βασταχθείη τῶν ἀποκειμένων. μαθόντα δὴ τοῦτο τὰ θεραπόντια ἀπεσφράγιζε καὶ ὅσα ἐβούλετο ἐβάσταζεν· ἔπειτα τὸν δακτύλιον τὸν αὐτὸν τρόπον διὰ τῆς ὀπῆς ἐνίει εἰς τὴν στοάν· καὶ τοῦτο ποιοῦντα οὐδέ ποτʼ ἐφωράθη.Ὁ γοῦν Λακύδης ἐσχόλαζεν ἐν Ἀκαδημείᾳ ἐν τῷ κατασκευασθέντι κήπῳ ὑπὸ Ἀττάλου τοῦ βασιλέως, καὶ Λακύδειον ἀπʼ αὐτοῦ προσηγορεύετο. καὶ μόνος τῶν ἀπʼ αἰῶνος ζῶν παρέδωκε τὴν σχολὴν Τηλεκλεῖ καὶ Εὐάνδρῳ τοῖς Φωκαεῦσι. παρὰ δʼ Εὐάνδρου διεδέξατο Ἡγησίνους Περγαμηνός, ἀφʼ οὗ Καρνεάδης. χάριεν δʼ εἰς τὸν Λακύδην ἀναφέρεται· Ἀττάλου γὰρ αὐτὸν μεταπεμπομένου φασὶν εἰπεῖν τὰς εἰκόνας πόρρωθεν δεῖν θεωρεῖσθαι. ὀψὲ δὲ αὐτῷ γεωμετροῦντι λέγει τις, εἶτα νῦν καιρός; 〈καὶ ὅς·〉 εἶτα μηδὲ νῦν;Ἐτελεύτησε δὲ σχολαρχεῖν ἀρξάμενος τῷ τετάρτῳ ἔτει τῆς τετάρτης καὶ τριακοστῆς καὶ ἑκατοστῆς Ὀλυμπιάδος, τῆς σχολῆς ἀφηγησάμενος ἓξ πρὸς τοῖς εἴικοσιν ἔτη· ἡ τελευτὴ δὲ αὐτῷ παράλυσις ἐκ πολυποσίας. καὶ αὐτῷ προσεπαίξαμεν ἡμεῖς οὑτωσί· καὶ σέο, Λακύδη, φάτιν ἔκλυον ὡς ἄρα καὶ σὲ Βάκχος ἑλὼν Ἀΐδῃ ποσσὶν ἔσυρεν ἄκροις. ἦ σαφὲς ἦν, Διόνυσος ὅταν πολὺς ἐς δέμας ἔλθῃ, λῦσε μέλη· διὸ δὴ μήτι Λυαῖος ἔφυ;Καρνεάδης Ἐπικώμου ἢ Φιλοκώμου, ὡς Ἀλέξανδρος ἐν Διαδοχαῖς, Κυρηναῖος. οὗτος τὰ τῶν Στωικῶν βιβλία ἀναγνοὺς ἐπιμελῶς 〈καὶ μάλιστα〉 τὰ Χρυσίππου, ἐπιεικῶς αὐτοῖς ἀντέλεγε καὶ εὐημέρει τοσοῦτον, ὥστε ἐκεῖνο ἐπιλέγειν· εἰ μὴ γὰρ ἦν Χρύσιππος, οὐκ ἂν ἦν ἐγώ. φιλόπονος δʼ ἄνθρωπος γέγονεν εἰ καί τις ἄλλος, ἐν μὲν τοῖς φυσικοῖς ἧττον φερόμενος, ἐν δὲ τοῖς ἠθικοῖς μᾶλλον. ὅθεν καὶ ἐκόμα καὶ ἔτρεφεν ὄνυχας ἀσχολίᾳ τῇ περὶ τοὺς λόγους. τοσοῦτον δʼ ἴσχυσεν ἐν φιλοσοφίᾳ, ὥστε καὶ τοὺς ῥήτορας ἀπολύσαντας ἐκ τῶν σχολῶν παρʼ αὐτὸν ἰέναι καὶ αὐτοῦ ἀκούειν.Ἦν δὲ καὶ μεγαλοφωνότατος, ὥστε τὸν γυμνασίαρχον προσπέμψαι αὐτῷ μὴ οὕτω βοᾶν· τὸν δὲ εἰπεῖν, καὶ δὸς μέτρον φωνῆς. ἔνθεν εὐστόχως ἑλόντα ἀμείψασθαι· φάναι γάρ, μέτρον ἔχεις τοὺς ἀκούοντας. δεινῶς τʼ ἦν ἐπιπληκτικὸς καὶ ἐν ταῖς ζητήσεσι δύσμαχος· τά τε δεῖπνα λοιπὸν παρῃτεῖτο διὰ τὰς προειρημένας αἰτίας. οὗτός ποτε Μέντορος τοῦ Βιθυνοῦ μαθητοῦ ὄντος καὶ παρʼ αὐτὸν ἐλθόντος εἰς τὴν διατριβήν, ὡς ἐπείρα αὐτοῦ τὴν παλλακὴν ὁ Μέντωρ, καθά φησι Φαβωρῖνος ἐν Παντοδαπῇ ἱστορίᾳ, μεταξὺ λέγων παρῴδησεν εἰς αὐτόν·πωλεῖταί τις δεῦρο γέρων ἅλιος νημερτής, Μέντορι εἰδόμενος ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν· τοῦτον σχολῆς τῆσδʼ ἐκκεκηρῦχθαι λέγω· καὶ ὃς ἀναστὰς ἔφη· οἱ μὲν ἐκήρυσσον, τοὶ δʼ ἠγείροντο μάλʼ ὦκα. Δειλότερον δέ πως δοκεῖ περὶ τὴν τελευτὴν ἀνεστράφθαι, ὅτε συνεχὲς ἔλεγεν, ἡ συστήσασα φύσις καὶ διαλύσει. μαθών τε Ἀντίπατρον φάρμακον πιόντα ἀποθανεῖν, παρωρμήθη πρὸς τὸ εὐθαρσὲς τῆς ἀπαλλαγῆς καί φησι, δότε οὖν κἀμοί· τῶν δὲ εἰπόντων, τί; οἰνόμελι εἶπεν. τελευτῶντος δʼ αὐτοῦ φασιν ἔκλειψιν γενέσθαι σελήνης, συμπάθειαν, ὡς ἂν εἴποι τις, αἰνιττομένου τοῦ μεθʼ ἥλιον καλλίστου τῶν ἄστρων.Φησὶ δὲ Ἀπολλόδωρος ἐν Χρονικοῖς ἀπελθεῖν αὐτὸν ἐξ ἀνθρώπων ἔτει τετάρτῳ τῆς δευτέρας καὶ ἑξηκοστῆς καὶ ἑκατοστῆς Ὀλυμπιάδος, βιώσαντα ἔτη πέντε πρὸς τοῖς ὀγδοήκοντα. φέρονται δʼ αὐτοῦ ἐπιστολαὶ πρὸς Ἀριαράθην τὸν Καππαδοκίας βασιλέα. τὰ δὲ λοιπὰ αὐτοῦ οἱ μαθηταὶ συνέγραψαν· αὐτὸς δὲ κατέλιπεν οὐδέν. ἔστι καὶ εἰς τοῦτον ἡμῶν τῷ λογαοιδικῷ μέτρῳ [καὶ Ἀρχεβουλείῳ]· τί με Καρνεάδην, τί με, Μοῦσα, θέλεις ἐλέγχειν; ἀμαθὴς γὰρ ὃς οὔτι κάτοιδεν ὅπως δεδοίκει τὸ θανεῖν· ὅτε καὶ φθισικήν ποτʼ ἔχων κακίστην νόσον, οὐκ ἔθελεν λύσιν ἰσχέμεν· ἀλλʼ ἀκούσας ὅτι φάρμακον Ἀντίπατρός τι πιὼν ἀπέσβη,δότε τόινυν, ἔφησε, τὶ κἀμὲ πιεῖν. τί μέντοι; τί; δότʼ οἰνόμελι. σφόδρα τʼ εἶχε πρόχειρα ταυτί· φύσις ἡ συνέχουσά με καὶ διαλύσεται δή. ὁ μὲν οὐδὲν ἔλασσον ἔβη κατὰ γῆς, ἐνῆν δὲ τὰ πλέω κακὰ κέρδεʼ ἔχοντα μολεῖν ἐς ᾅδου. Λέγεται καὶ τὰς ὄψεις νυκτὸς ὑποχυθῆναι καὶ ἀγνοεῖν· κελεῦσαί τε τὸν παῖδα λύχνον ἅψαι· εἰσκομίσαντος δὲ καὶ εἰπόντος, κεκόμικα, οὐκοῦν, εἰπεῖν, σὺ ἀναγίνωσκε. Τούτου πολλοὶ μὲν καὶ ἄλλοι γεγόνασι μαθηταί, ἐλλογιμώτατος δὲ Κλειτόμαχος· περὶ οὗ καὶ λεκτέον. Γέγονε μέντοι καὶ ἄλλος Καρνεάδης, ἐλεγείας ποιητὴς ψυχρός.Κλειτόμαχος Καρχηδόνιος. οὗτος ἐκαλεῖτο μὲν Ἀσδρούβας καὶ τῇ ἰδίᾳ φωνῇ κατὰ τὴν πατρίδα ἐφιλοσόφει. ἐλθὼν δʼ εἰς Ἀθήνας ἤδη τετταράκοντʼ ἔτη γεγονὼς ἤκουσε Καρνεάδου· κἀκεῖνος ἀποδεξάμενος αὐτοῦ τὸ φιλόπονον γράμματά τʼ ἐποίησε μαθεῖν καὶ συνήσκει τὸν ἄνδρα. ὁ δὲ εἰς τοσοῦτον ἤλασεν ἐπιμελείας, ὥστε ὑπὲρ τὰ τετρακόσια βιβλία συνέγραψε. καὶ διεδέξατο τὸν Καρνεάδην καὶ τὰ αὐτοῦ μάλιστα διὰ τῶν συγγραμμάτων ἐφώτισεν. ἀνὴρ ἐν ταῖς τρισὶν αἱρέσεσι διαπρέψας, ἔν τε τῇ Ἀκαδημαϊκῇ καὶ περιπατητικῇ καὶ στωικῇ. Καθόλου δὲ τοὺς Ἀκαδημαϊκοὺς ὁ Τίμων οὕτω διασύρει· οὐδʼ Ἀκαδημιακῶν πλατυρημοσύνης ἀναλίστου. Ἡμεῖς δὲ τοὺς Ἀκαδημαϊκοὺς τοὺς ἀπὸ Πλάτωνος διεληλυθότες ἔλθωμεν ἐπὶ τοὺς ἀπὸ Πλάτωνος περιπατητικούς, ὧν ἦρξεν Ἀριστοτέλης.