Λέγουσι δέ τινες, ὧν ἐστι καὶ Σάτυρος, ὅτι Δίωνι ἐπέστειλεν εἰς Σικελίαν ὠνήσασθαι τρία βιβλία Πυθαγορικὰ παρὰ Φιλολάου μνῶν ἑκατόν. καὶ γὰρ ἐν εὐπορίᾳ, φασίν, ἦν παρὰ Διονυσίου λαβὼν ὑπὲρ τὰ ὀγδοήκοντα τάλαντα, ὡς καὶ Ὀνήτωρ φησὶν ἐν τῷ ἐπιγραφομένῳ εἰ χρηματιεῖται ὁ σοφός. πολλὰ δὲ καὶ παρʼ Ἐπιχάρμου τοῦ κωμῳδιοποιοῦ προσωφέληται τὰ πλεῖστα μεταγράψας, καθά φησιν Ἄλκιμος ἐν τοῖς πρὸς Ἀμύνταν, ἅ ἐστι τέτταρα. ἔνθα καὶ ἐν τῷ πρώτῳ φησὶ ταῦτα· “Φαίνεται δὲ καὶ Πλάτων πολλὰ τῶν Ἐπιχάρμου λέγων. σκεπτέον δέ· ὁ Πλάτων φησὶν αἰσθητὸν μὲν εἶναι τὸ μηδέποτε ἐν τῷ ποιῷ μηδὲ ποσῷ διαμένον ἀλλʼ ἀεὶ ῥέον καὶ μεταβάλλον,ὡς ἐξ ὧν ἄν τις ἀνέλῃ τὸν ἀριθμόν, τούτων οὔτε ἴσων οὔτε τινῶν οὔτε ποσῶν οὔτε ποιῶν ὄντων. ταῦτα δʼ ἐστὶν ὧν ἀεὶ γένεσις, οὐσία δὲ μηδέποτε πέφυκε. νοητὸν δὲ ἐξ οὗ μηθὲν ἀπογίνεται μηδὲ προσγίνεται. τοῦτο δʼ ἐστὶν ἡ τῶν ἀιδίων φύσις, ἣν ὁμοίαν τε καὶ τὴν αὐτὴν ἀεὶ συμβέβηκεν εἶναι. καὶ μὴν ὅ γε Ἐπίχαρμος περὶ τῶν αἰσθητῶν καὶ νοητῶν ἐναργῶς εἴρηκεν· — ἀλλʼ ἀεί τοι θεοὶ παρῆσαν χὐπέλιπον οὐ πώποκα, τάδε δʼ ἀεὶ πάρεσθʼ ὁμοῖα διά τε τῶν αὐτῶν ἀεί. — ἀλλὰ λέγεται μὰν χάος πρᾶτον γενέσθαι τῶν θεῶν. — πῶς δέ κα; μὴ ἔχον γʼ ἀπὸ τίνος μηδʼ ἐς ὅ τι πρᾶτον μόλοι. — οὐκ ἄρʼ ἔμολε πρᾶτον οὐθέν; — οὐδὲ μὰ Δία δεύτερον,τῶνδέ γε ὧν ἁμὲς νῦν ὧδε λέγομες ἀλλʼ ἀεὶ τάδʼ ἦν . . . αἰ πὸτ ἀριθμόν τις περισσόν, αἰ δὲ λῇς, πὸτ ἄρτιον, ποτθέμειν λῇ ψᾶφον ἢ καὶ τᾶν ὑπαρχουσᾶν λαβεῖν, ἦ δοκεῖ κά τοί γʼ ἔθʼ ωὑτὸς εἶμεν;—οὐκ ἐμίν γα κά. — οὐδὲ μὰν οὐδʼ αἰ ποτὶ μέτρον παχυαῖον ποτθέμειν λῇ τις ἕτερον μᾶκος ἢ τοῦ πρόσθʼ ἐόντος ἀποταμεῖν, ἔτι χʼ ὑπάρχοι κῆνο τὸ μέτρον; — οὐ γάρ. — ὧδε νῦν ὅρη καὶ τὸς ἀνθρώπως· ὁ μὲν γὰρ αὔξεθʼ, ὁ δέ γα μὰν φθίνει, ἐν μεταλλαγᾷ δὲ πάντες ἐντὶ πάντα τὸν χρόνον. ὃ δὲ μεταλλάσσει κατὰ φύσιν κοὔποκʼ ἐν ταὐτῷ μένει, ἕτερον εἴη κα τόδʼ 〈ἀ〉εὶ τῶ παρεξεστακότος. καὶ τὺ δὴ κἀγὼ χθὲς ἄλλοι καί νυν ἄλλοι τελέθομες καὖθις ἄλλοι κοὔποχʼ ωὑτοὶ κατά 〈γα τοῦτον〉 τὸν λόγον.Ἔτι φησὶν ὁ Ἄλκιμος καὶ ταυτί· “φασὶν οἱ σοφοὶ τὴν ψυχὴν τὰ μὲν διὰ τοῦ σώματος αἰσθάνεσθαι οἷον ἀκούουσαν, βλέπουσαν, τὰ δʼ αὐτὴν καθʼ αὑτὴν ἐνθυμεῖσθαι μηδὲν τῷ σώματι χρωμένην· διὸ καὶ τῶν ὄντων τὰ μὲν αἰσθητὰ εἶναι, τὰ δὲ νοητά. ὧν ἕνεκα καὶ Πλάτων ἔλεγεν, ὅτι δεῖ τοὺς συνιδεῖν τὰς τοῦ παντὸς ἀρχὰς ἐπιθυμοῦντας πρῶτον μὲν αὐτὰς καθʼ αὑτὰς διελέσθαι τὰς ἰδέας, οἷον ὁμοιότητα καὶ μονάδα καὶ πλῆθος καὶ μέγεθος καὶ στάσιν καὶ κίνησιν· δεύτερον αὐτὸ καθʼ αὑτὸ τὸκαλὸν καὶ ἀγαθὸν καὶ δίκαιον καὶ τὰ τοιαῦτα ὑποθέσθαι· τρίτον τῶν ἰδεῶν συνιδεῖν ὅσαι πρὸς ἀλλήλας εἰσίν, οἷον ἐπιστήμην ἢ μέγεθος ἢ δεσποτείαν 〈ἐνθυμουμένους ὅτι τὰ παρʼ ἡμῖν διὰ τὸ μετέχειν ἐκείνων ὁμώνυμα ἐκείνοις ὑπάρχει· λέγω δὲ οἷον δίκαια μὲν ὅσα τοῦ δικαίου, καλὰ δὲ ὅσα τοῦ καλοῦ〉. ἔστι δὲ τῶν εἰδῶν ἓν ἕκαστον ἀίδιόν τε καὶ νόημα καὶ πρὸς τούτοις ἀπαθές. [διὸ καί φησιν ἐν τῇ φύσει τὰς ἰδέας ἑστάναι καθάπερ παραδείγματα, τὰ δʼ ἄλλα ταύταις ἐοικέναι τούτων ὁμοιώματα καθεστῶτα.] ὁ τοίνυν Ἐπίχαρμος περί τε τοῦ ἀγαθοῦ καὶ περὶ τῶν ἰδεῶν οὕτω λέγει·ἆρʼ ἔστιν αὔλησίς τι πρᾶγμα; — πάνυ μὲν οὖν. — ἄνθρωπος οὖν αὔλησίς ἐστιν; — οὐθαμῶς. — φέρʼ ἴδω, τί δʼ αὐλητάς; τίς εἶμέν τοι δοκεῖ; ἄνθρωπος; ἢ οὐ γάρ; — πάνυ μὲν οὖν. — οὐκ οὖν δοκεῖς οὕτως ἔχειν 〈κα〉 καὶ περὶ τἀγαθοῦ; τὸ μὲν ἀγαθόν τι πρᾶγμʼ εἶμεν καθʼ αὕθʼ, ὅστις δέ κα εἰδῇ μαθὼν τῆνʼ, ἀγαθὸς ἤδη γίγνεται. ὥσπερ γάρ ἐστʼ αὔλησιν αὐλητὰς μαθὼν ἢ ὄρχησιν ὀρχηστάς τις ἢ πλοκεὺς πλοκάν, ἢ πᾶν γʼ ὁμοίως τῶν τοιούτων ὅ τι τὺ λῇς, οὔ χʼ αὑτὸς εἴη χἀ τέχνα, τεχνικός γα μάν.Πλάτων ἐν τῇ περὶ τῶν ἰδεῶν ὑπολήψει φησίν, εἴπερ ἐστὶ μνήμη, τὰς ἰδέας ἐν τοῖς οὖσιν ὑπάρχειν διὰ τὸ τὴν μνήμην ἠρεμοῦντός τινος καὶ μένοντος εἶναι· μένειν δὲ οὐδὲν ἕτερον ἢ τὰς ἰδέας. ιτίνα γὰρ ἂν τρόπον,ʼ φησί, ιδιεσῴζετο τὰ ζῷα μὴ τῆς ἰδίας ἐφαπτόμενα καὶ πρὸς τοῦτο τὸν νοῦν φυσικὸν εἰληφότα; νῦν δὲ μνημονεύει τῆς ὁμοιότητός τε καὶ τροφῆς, ὁποία τις ἐστὶν αὐτοῖς, ἐνδεικνύμενα διότι πᾶσι τοῖς ζῴοις ἔμφυτός ἐστιν ἡ τῆς ὁμοιότητος θεωρία· διὸ καὶ τῶν ὁμοφύλων αἰσθάνεται.ʼ πῶς οὖν ὁ Ἐπίχαρμος;Εὔμαιε, τὸ σοφόν ἐστιν οὐ καθʼ ἓν μόνον, ἀλλʼ ὅσσα περ ζῇ, πάντα καὶ γνώμαν ἔχει. καὶ γὰρ τὸ θῆλυ τᾶν ἀλεκτορίδων γένος, αἰ λῇς καταμαθεῖν ἀτενές, οὐ τίκτει τέκνα ζῶντʼ, ἀλλʼ ἐπῴζει καὶ ποιεῖ ψυχὰν ἔχειν. τὸ δὲ σοφὸν ἁ φύσις τόδʼ οἶδεν ὡς ἔχει μόνα· πεπαίδευται γὰρ αὐταύτας ὕπο. καὶ πάλιν· θαυμαστὸν οὐδὲν ἁμὲ ταῦθʼ οὕτω λέγειν καὶ ἁνδάνειν αὐτοῖσιν αὐτοὺς καὶ δοκεῖν καλὼς πεφύκειν· καὶ γὰρ ἁ κύων κυνὶ κάλλιστον εἶμεν φαίνεται καὶ βοῦς βοΐ, ὄνος δʼ ὄνῳ κάλλιστον, ὗς δέ θην ὑί.Καὶ ταῦτα μὲν καὶ τὰ τοιαῦτα διὰ τῶν τεττάρων βιβλίων παραπήγνυσιν ὁ Ἄλκιμος παρασημαίνων τὴν ἐξ Ἐπιχάρμου Πλάτωνι περιγινομένην ὠφέλειαν. ὅτι δʼ οὐδʼ αὐτὸς Ἐπίχαρμος ἠγνόει τὴν αὑτοῦ σοφίαν, μαθεῖν ἐστι κἀκ τούτων ἐν οἷς τὸν ζηλώσοντα προμαντεύεται· ὡς δʼ ἐγὼ δοκέω, —δοκέων γὰρ σάφα ἴσαμι τοῦθʼ ὅτι τῶν ἐμῶν μνάμα ποκʼ ἐσσεῖται λόγων τούτων ἔτι. καὶ λαβών τις αὐτὰ περιδύσας τὸ μέτρον ὃ νῦν ἔχει, εἷμα δοὺς καὶ πορφυροῦν λόγοισι ποικίλας καλοῖς δυσπάλαιστος ὢν τὸς ἄλλως εὐπαλαίστους ἀποφανεῖ.