πρὸς τὸν εἰπόντα, θάνατόν σου κατέγνωσαν Ἀθηναῖοι, κἀκείνων, εἶπεν, ἡ φύσις. οἱ δὲ τοῦτʼ Ἀναξαγόρου φασί. τῆς γυναικὸς εἰπούσης, ἀδίκως ἀποθνήσκεις, σὺ δέ, ἔφη, δικαίως ἐβούλου; ὄναρ δόξας τινὰ αὐτῷ λέγειν, ἤματί κεν τριτάτῳ Φθίην ἐρίβωλον ἵκοιο, πρὸς Αἰσχίνην ἔφη, εἰς τρίτην ἀποθανοῦμαι. μέλλοντί τε αὐτῷ τὸ κώνειον πίεσθαι Ἀπολλόδωρος ἱμάτιον ἐδίδου καλόν, ἵνʼ ἐκείνῳ ἐναποθάνοι· καὶ ὅς, τί δέ, ἔφη, τὸ ἐμὸν ἱμάτιον ἐμβιῶναι μὲν ἐπιτήδειον, ἐναποθανεῖν δὲ οὐχί; πρὸς τὸν εἰπόντα, κακῶς ὁ δεῖνά σε λέγει, καλῶς γάρ, ἔφη, λέγειν οὐκ ἔμαθε.στρέψαντος δὲ Ἀντισθένους τὸ διερρωγὸς τοῦ τρίβωνος εἰς τοὐμφανές, ὁρῶ σου, ἔφη, διὰ τοῦ τρίβωνος τὴν κενοδοξίαν. πρὸς τὸν εἰπόντα, οὐ σοὶ λοιδορεῖται ὁ δεῖνα; οὐχί, ἔφη· ἐμοὶ γὰρ οὐ πρόσεστι ταῦτα. ἔλεγε δὲ τοῖς κωμικοῖς δεῖν ἐπίτηδες ἑαυτὸν διδόναι· εἰ μὲν γάρ τι τῶν προσόντων λέξειαν, διορθώσονται· εἰ δʼ οὔ, οὐδὲν πρὸς ἡμᾶς. πρὸς Ξανθίππην πρότερον μὲν λοιδοροῦσαν, ὕστερον δὲ καὶ περιχέασαν αὐτῷ, οὐκ ἔλεγον, εἶπεν, ὅτι Ξανθίππη βροντῶσα καὶ ὕδωρ ποιήσει; πρὸς Ἀλκιβιάδην εἰπόντα ὡς οὐκ ἀνεκτὴ ἡ Ξανθίππη λοιδοροῦσα, ἀλλʼ ἔγωγʼ, ἔφη, συνείθισμαι, καθαπερεὶ καὶ τροχιλίας ἀκούων συνεχές.καὶ σὺ μέν, εἶπε, χηνῶν βοώντων ἀνέχῃ. τοῦ δὲ εἰπόντος, ἀλλά μοι ᾠὰ καὶ νεοττοὺς τίκτουσι, κἀμοί, φησί, Ξανθίππη παιδία γεννᾷ. ποτὲ αὐτῆς ἐν ἀγορᾷ καὶ θοἰμάτιον περιελομένης συνεβούλευον οἱ γνώριμοι χερσὶν ἀμύνασθαι, νὴ Δίʼ, εἶπεν, ἵνʼ ἡμῶν πυκτευόντων ἕκαστος ὑμῶν λέγῃ, εὖ Σώκρατες, εὖ Ξανθίππη. ἔλεγε συνεῖναι τραχείᾳ γυναικὶ καθάπερ οἱ ἱππικοὶ θυμοειδέσιν ἵπποις. ἀλλʼ ὡς ἐκεῖνοι, φησί, τούτων κρατήσαντες ῥᾳδίως τῶν ἄλλων περιγίνονται, οὕτω κἀγὼ Ξανθίππῃ χρώμενος τοῖς ἄλλοις ἀνθρώποις συμπεριενεχθήσομαι. Ταῦτα δὴ καὶ τοιαῦτα λέγων καὶ πράττων πρὸς τῆς Πυθίας ἐμαρτυρήθη, Χαιρεφῶντι ἀνελούσης ἐκεῖνο δὴ τὸ περιφερόμενον, ἀνδρῶν ἁπάντων Σωκράτης σοφώτατος.ἀφʼ οὗ δὴ καὶ ἐφθονήθη μάλιστα· καὶ δὴ καὶ ὅτι διήλεγχε τοὺς μέγα φρονοῦντας ἐφʼ ἑαυτοῖς ὡς ἀνοήτους, καθάπερ ἀμέλει καὶ τὸν Ἄνυτον, ὡς καὶ ἐν τῷ Πλάτωνός ἐστι Μένωνι. οὗτος γὰρ οὐ φέρων τὸν ὑπὸ Σωκράτους χλευασμὸν πρῶτον μὲν ἐπήλειψεν αὐτῷ τοὺς περὶ Ἀριστοφάνην, ἔπειτα καὶ Μέλητον συνέπεισεν ἀπενέγκασθαι κατʼ αὐτοῦ γραφὴν ἀσεβείας καὶ τῶν νέων διαφθορᾶς. Ἀπηνέγκατο μὲν οὖν τὴν γραφὴν ὁ Μέλητος, εἶπε δὲ τὴν δίκην Πολύευκτος, ὥς φησι Φαβωρῖνος ἐν Παντοδαπῇ ἱστορίᾳ· συνέγραψε δὲ τὸν λόγον Πολυκράτης ὁ σοφιστής, ὥς φησιν Ἕρμιππος, ἢ Ἄνυτος, ὥς τινες· προητοίμασε δὲ πάντα Λύκων ὁ δημαγωγός.Ἀντισθένης δʼ ἐν ταῖς τῶν φιλοσόφων Διαδοχαῖς καὶ Πλάτων ἐν Ἀπολογίᾳ τρεῖς αὐτοῦ κατηγορῆσαί φασιν, Ἄνυτον καὶ Λύκωνα καὶ Μέλητον· τὸν μὲν Ἄνυτον ὡς ὑπὲρ τῶν δημιουργῶν καὶ τῶν πολιτικῶν ὀργιζόμενον· τὸν δὲ Λύκωνα ὑπὲρ τῶν ῥητόρων· καὶ τὸν Μέλητον ὑπὲρ τῶν ποιητῶν, οὓς ἅπαντας ὁ Σωκράτης διέσυρε. Φαβωρῖνος δέ φησιν ἐν τῷ πρώτῳ τῶν Ἀπομνημονευμάτων μὴ εἶναι ἀληθῆ τὸν λόγον τὸν Πολυκράτους κατὰ Σωκράτους· ἐν αὐτῷ γάρ, φησί, μνημονεύει τῶν ὑπὸ Κόνωνος τειχῶν ἀνασταθέντων, ἃ γέγονεν ἔτεσιν ἓξ τῆς τοῦ Σωκράτους τελευτῆς ὕστερον. καὶ ἔστιν οὕτως ἔχον.Ἡ δʼ ἀντωμοσία τῆς δίκης τοῦτον εἶχε τὸν τρόπον· ἀνάκειται γὰρ ἔτι καὶ νῦν, φησὶ Φαβωρῖνος, ἐν τῷ Μητρῴῳ· τάδε ἐγράψατο καὶ ἀντωμόσατο Μέλητος Μελήτου Πιτθεὺς Σωκράτει Σωφρονίσκου Ἀλωπεκῆθεν· ἀδικεῖ Σωκράτης, οὓς μὲν ἡ πόλις νομίζει θεοὺς οὐ νομίζων, ἕτερα δὲ καινὰ δαιμόνια εἰσηγούμενος· ἀδικεῖ δὲ καὶ τοὺς νέους διαφθείρων. τίμημα θάνατος. ὁ δʼ οὖν φιλόσοφος, Λυσίου γράψαντος ἀπολογίαν αὐτῷ, διαναγνοὺς ἔφη, καλὸς μὲν ὁ λόγος, ὦ Λυσία, οὐ μὴν ἁρμόττων γʼ ἐμοί. δηλαδὴ γὰρ ἦν τὸ πλέον δικανικὸς ἢ ἐμφιλόσοφος.εἰπόντος δὲ τοῦ Λυσίου, πῶς, εἰ καλός ἐστιν ὁ λόγος, οὐκ ἄν σοι ἁρμόττοι; ἔφη, οὐ γὰρ καὶ ἱμάτια καλὰ καὶ ὑποδήματα εἴη ἂν ἐμοὶ ἀνάρμοστα; Κρινομένου δʼ αὐτοῦ φησιν Ἰοῦστος ὁ Τιβεριεὺς ἐν τῷ Στέμματι Πλάτωνα ἀναβῆναι ἐπὶ τὸ βῆμα καὶ εἰπεῖν, νεώτατος ὤν, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν ἐπὶ τὸ βῆμα ἀναβάντων· τοὺς δὲ δικαστὰς ἐκβοῆσαι, Κατάβα, κατάβα [τουτέστι κατάβηθι]. ὅτʼ οὖν καὶ κατεδικάοθη διακοσίαις ὀγδοήκοντα μιᾷ πλείοσι ψήφοις τῶν ἀπολυουσῶν· καὶ τιμωμένων τῶν δικαστῶν τί χρὴ παθεῖν αὐτὸν ἢ ἀποτῖσαι, πέντε καὶ εἴκοσιν ἔφη δραχμὰς ἀποτίσειν. Εὐβουλίδης μὲν γάρ φησιν ἑκατὸν ὁμολογῆσαι·θορυβησάντων δὲ τῶν δικαστῶν, ἕνεκα μέν, εἶπε, τῶν ἐμοὶ διαπεπραγμένων τιμῶμαι τὴν δίκην τῆς ἐν πρυτανείῳ σιτήσεως. Καὶ οἳ θάνατον αὐτοῦ κατέγνωσαν, προσθέντες ἄλλας ψήφους ὀγδοήκοντα. καὶ δεθεὶς μετʼ οὐ πολλὰς ἡμέρας ἔπιε τὸ κώνειον, πολλὰ καλὰ κἀγαθὰ διαλεχθείς, ἃ Πλάτων ἐν τῷ Φαίδωνί φησιν. ἀλλὰ καὶ παιᾶνα κατά τινας ἐποίησεν, οὗ ἡ ἀρχή· Δήλιʼ Ἄπολλον χαῖρε, καὶ Ἄρτεμι, παῖδε κλεεινώ. Διονυσόδωρος δέ φησι μὴ εἶναι αὐτοῦ τὸν παιᾶνα. ἐποίησε δὲ καὶ μῦθον Αἰσώπειον οὐ πάνυ ἐπιτετευγμένως, οὗ ἡ ἀρχή· Αἴσωπός ποτʼ ἔλεξε Κορίνθιον ἄστυ νέμουσι, μὴ κρίνειν ἀρετὴν λαοδίκῳ σοφίῃ.