λέγεται δʼ ἀγόμενος ὑπὸ γραὸς ἐκ τῆς οἰκίας, ἵνα τὰ ἄστρα κατανοήσῃ, εἰς βόθρον ἐμπεσεῖν καὶ αὐτῷ ἀνοιμώξαντι φάναι τὴν γραῦν· σὺ γάρ, ὦ Θαλῆ, τὰ ἐν ποσὶν οὐ δυνάμενος ἰδεῖν τὰ ἐπὶ τοῦ οὐρανοῦ οἴει γνώσεσθαι; οἶδε δʼ αὐτὸν ἀστρονομούμενον καὶ Τίμων, καὶ ἐν τοῖς Σίλλοις ἐπαινεῖ αὐτὸν λέγων· οἷόν θʼ ἑπτὰ Θάλητα σοφῶν σοφὸν ἀστρονόμημα. Τὰ δὲ γεγραμμένα ὑπʼ αὐτοῦ φησι Λόβων ὁ Ἀργεῖος εἰς ἔπη τείνειν διακόσια. ἐπιγεγράφθαι δʼ αὐτοῦ ἐπὶ τῆς εἰκόνος τόδε· τόνδε Θαλῆν Μίλητος Ἰὰς θρέψασʼ ἀνέδειξεν ἀστρολόγων πάντων πρεσβύτατον σοφίᾳ.Τῶν τε ᾀδομένων αὐτοῦ τάδε εἶναι· οὔ τι τὰ πολλὰ ἔπη φρονίμην ἀπεφήνατο δόξαν· ἕν τι μάτευε σοφόν, ἕν τι κεδνὸν αἱροῦ· δήσεις γὰρ ἀνδρῶν κωτίλων γλώσσας ἀπεραντολόγους. Φέρεται δὲ καὶ ἀποφθέγματα αὐτοῦ τάδε· πρεσβύτατον τῶν ὄντων θεός· ἀγένητον γάρ. κάλλιστον κόσμος· ποίημα γὰρ θεοῦ. μέγιστον τόπος· ἅπαντα γὰρ χωρεῖ. τάχιστον νοῦς· διὰ παντὸς γὰρ τρέχει. ἰσχυρότατον ἀνάγκη· κρατεῖ γὰρ πάντων. σοφώτατον χρόνος· ἀνευρίσκει γὰρ πάντα. οὐδὲν ἔφη τὸν θάνατον διαφέρειν τοῦ ζῆν. σὺ οὖν, ἔφη τις, διὰ τί οὐκ ἀποθνήσκεις; ὅτι, ἔφη, οὐδὲν διαφέρει.πρὸς τὸν πυθόμενον τί πρότερον γεγόνοι, νὺξ ἢ ἡμέρα, ἡ νύξ, ἔφη, μιᾷ ἡμέρᾳ πρότερον. ἠρώτησέ τις αὐτὸν εἰ λήθοι θεοὺς ἄνθρωπος ἀδικῶν· ἀλλʼ οὐδὲ διανοούμενος, ἔφη. πρὸς τὸν μοιχὸν ἐρόμενον εἰ ὀμόσειε μὴ μεμοιχευκέναι, οὐ χεῖρον, ἔφη, μοιχείας ἐπιορκία. ἐρωτηθεὶς τί δύσκολον, ἔφη, τὸ ἑαυτὸν γνῶναι· τί δὲ εὔκολον, τὸ ἄλλῳ ὑποθέσθαι· τί ἥδιστον, τὸ ἐπιτυγχάνειν· τί τὸ θεῖον, τὸ μήτε ἀρχὴν ἔχον μήτε τελευτήν. τί δὲ καινὸν εἴη τεθεαμένος ἔφη· γέροντα τύραννον. πῶς ἄν τις ἀτυχίαν ῥᾷστα φέροι, εἰ τοὺς ἐχθροὺς χεῖρον πράσσοντας βλέποι· πῶς ἂν ἄριστα καὶ δικαιότατα βιώσαιμεν, ἐὰν ἃ τοῖς ἄλλοις ἐπιτιμῶμεν, αὐτοὶ μὴ δρῶμεν·τίς εὐδαίμων, ὁ τὸ μὲν σῶμα ὑγιής, τὴν δὲ ψυχὴν εὔπορος, τὴν δὲ φύσιν εὐπαίδευτος. φίλων παρόντων καὶ ἀπόντων μεμνῆσθαί φησι· μὴ τὴν ὄψιν καλλωπίζεσθαι, ἀλλὰ τοῖς ἐπιτηδεύμασιν εἶναι καλόν. μὴ πλούτει, φησί, κακῶς, μηδὲ διαβαλλέτω σε λόγος πρὸς τοὺς πίστεως κεκοινωνηκότας. οὓς ἂν ἐράνους εἰσενέγκῃς, φησί, τοῖς γονεῦσιν, τοὺς αὐτοὺς προσδέχου καὶ παρὰ τῶν τέκνων. τὸν Νεῖλον εἶπε πληθύειν ἀνακοπτομένων τῶν ῥευμάτων ὑπὸ τῶν ἐτησίων ἐναντίων ὄντων. Φησὶ δʼ Ἀπολλόδωρος ἐν τοῖς Χρονικοῖς γεγενῆσθαι αὐτὸν κατὰ τὸ πρῶτον ἔτος τῆς τριακοστῆς πέμπτης [ἐνάτης ?] Ὀλυμπιάδος.ἐτελεύτησε δʼ ἐτῶν ἑβδομήκοντα ὀκτώ, 〈ἤ, ὡς Σωσικράτης φησίν, ἐνενήκοντα〉· τελευτῆσαι γὰρ ἐπὶ τῆς πεντηκοστῆς ὀγδόης Ὀλυμπιάδος, γεγονότα κατὰ Κροῖσον, ᾧ καὶ τὸν Ἅλυν ὑποσχέσθαι ἄνευ γεφύρας περᾶσαι, τὸ ῥεῖθρον παρατρέψαντα. Γεγόνασι δὲ καὶ ἄλλοι Θαλαῖ, καθά φησι Δημήτριος ὁ Μάγνης ἐν τοῖς Ὁμωνύμοις, πέντε· ῥήτωρ Καλλατιανός, κακόζηλος· ζωγράφος Σικυώνιος, μεγαλοφυής· τρίτος ἀρχαῖος πάνυ, κατὰ Ἡσίοδον καὶ Ὅμηρον καὶ Λυκοῦργον· τέταρτος οὗ μέμνηται Δοῦρις ἐν τῷ Περὶ ζωγραφίας· πέμπτος νεώτερος, ἄδοξος, οὗ μνημονεύει Διονύσιος ἐν Κριτικοῖς.Ὁ δʼ οὖν σοφὸς ἐτελεύτησεν ἀγῶνα θεώμενος γυμνικὸν ὑπό τε καύματος καὶ δίψους καὶ ἀσθενείας, ἤδη γηραιός. καὶ αὐτοῦ ἐπιγέγραπται τῷ μνήματι· ἦ ὀλίγον τόδε σᾶμα — τὸ δὲ κλέος οὐρανόμακες — τῶ πολυφροντίστω τοῦτο Θάλητος ὅρη. ἔστι καὶ παρʼ ἡμῖν ἐς αὐτὸν ἐν τῷ πρώτῳ τῶν Ἐπιγραμμάτων ἢ Παμμέτρῳ τόδε τὸ ἐπίγραμμα· γυμνικὸν αὖ ποτʼ ἀγῶνα θεώμενον, ἠέλιε Ζεῦ, τὸν σοφὸν ἄνδρα Θαλῆν ἥρπασας ἐκ σταδίου. αἰνέω ὅττι μιν ἐγγὺς ἀπήγαγες· ἦ γὰρ ὁ πρέσβυς οὐκέθʼ ὁρᾶν ἀπὸ γῆς ἀστέρας ἠδύνατο.Τούτου ἐστὶν τὸ Γνῶθι σαυτόν, ὅπερ Ἀντισθένης ἐν ταῖς Διαδοχαῖς Φημονόης εἶναί φησιν, ἐξιδιοποιήσασθαι δὲ αὐτὸ Χίλωνα. Περὶ δὴ τῶν ἑπτά—ἄξιον γὰρ ἐνταῦθα καθολικῶς κἀκείνων ἐπιμνησθῆναι—λόγοι φέρονται τοιοῦτοι. Δάμων ὁ Κυρηναῖος, γεγραφὼς Περὶ τῶν φιλοσόφων, πᾶσιν ἐγκαλεῖ, μάλιστα δὲ τοῖς ἑπτά. Ἀναξιμένης δέ φησι πάντας ἐπιθέσθαι ποιητικῇ· ὁ δὲ Δικαίαρχος οὔτε σοφοὺς οὔτε φιλοσόφους φησὶν αὐτοὺς γεγονέναι, συνετοὺς δέ τινας καὶ νομοθετικούς. Ἀρχέτιμος δὲ ὁ Συρακούσιος ὁμιλίαν αὐτῶν ἀναγέγραφε παρὰ Κυψέλῳ, ᾗ καὶ αὐτός φησι παρατυχεῖν· Ἔφορος δὲ παρὰ Κροίσῳ πλὴν Θαλοῦ. φασὶ δέ τινες καὶ ἐν Πανιωνίῳ καὶ ἐν Κορίνθῳ καὶ ἐν Δελφοῖς συνελθεῖν αὐτούς.διαφωνοῦνται δὲ καὶ αἱ ἀποφάσεις αὐτῶν καὶ ἄλλου ἄλλο φασίν, ὡς ἐκεῖνο· ἦν Λακεδαιμόνιος Χίλων σοφός, ὃς τάδʼ ἔλεξε· μηδὲν ἄγαν· καιρῷ πάντα πρόσεστι καλά. στασιάζεται δὲ καὶ περὶ τοῦ ἀριθμοῦ αὐτῶν. Μαιάνδριος μὲν γὰρ ἀντὶ Κλεοβούλου καὶ Μύσωνος Λεώφαντον Γοργιάδα, Λεβέδιον ἢ Ἐφέσιον, ἐγκρίνει καὶ Ἐπιμενίδην τὸν Κρῆτα· Πλάτων δὲ ἐν Πρωταγόρᾳ Μύσωνα ἀντὶ Περιάνδρου· Ἔφορος δὲ ἀντὶ Μύσωνος Ἀνάχαρσιν· οἱ δὲ καὶ Πυθαγόραν προσγράφουσιν. Δικαίαρχος δὲ τέσσαρας ὡμολογημένους ἡμῖν παραδίδωσι, Θαλῆν, Βίαντα, Πιττακόν, Σόλωνα. ἄλλους δὲ ὀνομάζει ἕξ, ὧν ἐκλέξασθαι τρεῖς, Ἀριστόδημον, Πάμφυλον, Χίλωνα Λακεδαιμόνιον, Κλεόβουλον, Ἀνάχαρσιν, Περίανδρον. ἔνιοι προστιθέασιν Ἀκουσίλαον Κάβα ἢ Σκάβρα Ἀργεῖον.