νῆα διὲκ πέτρας πολυηχέας· οἱ δʼ ἀνέμοιοαὖτις ἐπαυρόμενοι προτέρω θέον· ὦκα δʼ ἄμειβονΘρινακίης λειμῶνα, βοῶν τροφὸν Ἠελίοιο.ἔνθʼ αἱ μὲν κατὰ βένθος ἀλίγκιαι αἰθυίῃσινδῦνον, ἐπεί ῥʼ ἀλόχοιο Διὸς πόρσυνον ἐφετμάς.τοὺς δʼ ἄμυδις βληχή τε διʼ ἠέρος ἵκετο μήλων,μυκηθμός τε βοῶν αὐτοσχεδὸν οὔατʼ ἔβαλλεν.καὶ τὰ μὲν ἑρσήεντα κατὰ δρία ποιμαίνεσκενὁπλοτέρη Φαέθουσα θυγατρῶν Ἠελίοιο,ἀργύρεον χαῖον παλάμῃ ἔνι πηχύνουσα·Λαμπετίη δʼ ἐπὶ βουσὶν ὀρειχάλκοιο φαεινοῦπάλλεν ὀπηδεύουσα καλαύροπα. τὰς δὲ καὶ αὐτοὶβοσκομένας ποταμοῖο παρʼ ὕδασιν εἰσορόωντοἂμ πεδίον καὶ ἕλος λειμώνιον· οὐδέ τις ἦενκυανέη μετὰ τῇσι δέμας, πᾶσαι δὲ γάλακτιεἰδόμεναι, χρυσέοισι κεράασι κυδιάασκον.καὶ μὲν τὰς παράμειβον ἐπʼ ἤματι· νυκτὶ δʼ ἰούσῃπεῖρον ἁλὸς μέγα λαῖτμα κεχαρμένοι, ὄφρα καὶ αὖτιςἨὼς ἠριγενὴς φέγγος βάλε νισσομένοισιν.ἔστι δέ τις πορθμοῖο παροιτέρη Ἰονίοιοἀμφιλαφὴς πίειρα Κεραυνίῃ εἰν ἁλὶ νῆσος,ᾗ ὕπο δὴ κεῖσθαι δρέπανον φάτις—ἵλατε Μοῦσαι,οὐκ ἐθέλων ἐνέπω προτέρων ἔπος—ᾧ ἀπὸ πατρὸςμήδεα νηλειῶς ἔταμεν Κρόνος· οἱ δέ ἑ Δηοῦςκλείουσι χθονίης καλαμητόμον ἔμμεναι ἅρπην.Δηὼ γὰρ κείνῃ ἐνὶ δή ποτε νάσσατο γαίῃ,Τιτῆνας δʼ ἔδαε στάχυν ὄμπνιον ἀμήσασθαι,Μάκριδα φιλαμένη. Δρεπάνη τόθεν ἐκλήισταιοὔνομα, Φαιήκων ἱερὴ τροφός· ὧς δὲ καὶ αὐτοὶαἵματος Οὐρανίοιο γένος Φαίηκες ἔασιν.τοὺς Ἀργὼ πολέεσσιν ἐνισχομένη καμάτοισινΘρινακίης αὔρῃς ἵκετʼ ἐξ ἁλός· οἱ δʼ ἀγανῇσινἈλκίνοος λαοί τε θυηπολίῃσιν ἰόνταςδειδέχατʼ ἀσπασίως· ἐπὶ δέ σφισι καγχαλάασκενπᾶσα πόλις· φαίης κεν ἑοῖς ἐπὶ παισὶ γάνυσθαι.καὶ δʼ αὐτοὶ ἥρωες ἀνὰ πληθὺν κεχάροντο,τῷ ἴκελοι, οἷόν τε μεσαιτάτῃ ἐμβεβαῶτεςΑἱμονίῃ· μέλλον δὲ βοῇ ἔνι θωρήξεσθαι·ὧδε μάλʼ ἀγχίμολον στρατὸς ἄσπετος ἐξεφαάνθηΚόλχων, οἳ Πόντοιο κατὰ στόμα καὶ διὰ πέτρας