τῇ δʼ ἄμοτον βοάασκεν ἀναβλύζουσα Χάρυβδις·ἄλλοθι δὲ Πλαγκταὶ μεγάλῳ ὑπὸ κύματι πέτραιῥόχθεον, ᾗχι πάροιθεν ἀπέπτυεν αἰθομένη φλὸξἄκρων ἐκ σκοπέλων, πυριθαλπέος ὑψόθι πέτρης,καπνῷ δʼ ἀχλυόεις αἰθὴρ πέλεν, οὐδέ κεν αὐγὰςἔδρακες ἠελίοιο. τότʼ αὖ λήξαντος ἀπʼ ἔργωνἩφαίστου θερμὴν ἔτι κήκιε πόντος ἀυτμήν.ἔνθα σφιν κοῦραι Νηρηίδες ἄλλοθεν ἄλλαιἤντεον· ἡ δʼ ὄπιθεν πτέρυγος θίγε πηδαλίοιοδῖα Θέτις, Πλαγκτῇσιν ἐνὶ σπιλάδεσσιν ἐρύσσαι.ὡς δʼ ὁπόταν δελφῖνες ὑπὲξ ἁλὸς εὐδιόωντεςσπερχομένην ἀγεληδὸν ἑλίσσωνται περὶ νῆα,ἄλλοτε μὲν προπάροιθεν ὁρώμενοι, ἄλλοτʼ ὄπισθεν,ἄλλοτε παρβολάδην, ναύτῃσι δὲ χάρμα τέτυκται·ὧς αἱ ὑπεκπροθέουσαι ἐπήτριμοι εἱλίσσοντοἈργῴῃ περὶ νηί, Θέτις δʼ ἴθυνε κέλευθον.καί ῥʼ ὅτε δὴ Πλαγκτῇσιν ἐνιχρίμψεσθαι ἔμελλον,αὐτίκʼ ἀνασχόμεναι λευκοῖς ἐπὶ γούνασι πέζας,ὑψοῦ ἐπʼ αὐτάων σπιλάδων καὶ κύματος ἀγῆςῥώοντʼ ἔνθα καὶ ἔνθα διασταδὸν ἀλλήλῃσιν.τὴν δὲ παρηορίην κόπτεν ῥόος· ἀμφὶ δὲ κῦμαλάβρον ἀειρόμενον πέτραις ἐπικαχλάζεσκεν,αἵ θʼ ὁτὲ μὲν κρημνοῖς ἐναλίγκιαι ἠέρι κῦρον,ἄλλοτε δὲ βρύχιαι νεάτῳ ὑπὸ πυθμένι πόντουἠρήρειν, τὸ δὲ πολλὸν ὑπείρεχεν ἄγριον οἶδμα.αἱ δʼ, ὥστʼ ἠμαθόεντος ἐπισχεδὸν αἰγιαλοῖοπαρθενικαί, δίχα κόλπον ἐπʼ ἰξύας εἱλίξασαισφαίρῃ ἀθύρουσιν περιηγέι· αἱ μὲν ἔπειταἄλλη ὑπʼ ἐξ ἄλλης δέχεται καὶ ἐς ἠέρα πέμπειὕψι μεταχρονίην· ἡ δʼ οὔποτε πίλναται οὔδει·ὧς αἱ νῆα θέουσαν ἀμοιβαδὶς ἄλλοθεν ἄλληπέμπε διηερίην ἐπὶ κύμασιν, αἰὲν ἄπωθενπετράων· περὶ δέ σφιν ἐρευγόμενον ζέεν ὕδωρ.τὰς δὲ καὶ αὐτὸς ἄναξ κορυφῆς ἔπι λισσάδος ἄκρηςὀρθὸς ἐπὶ στελεῇ τυπίδος βαρὺν ὦμον ἐρείσαςἭφαιστος θηεῖτο, καὶ αἰγλήεντος ὕπερθενοὐρανοῦ ἑστηυῖα Διὸς δάμαρ· ἀμφὶ δʼ Ἀθήνῃβάλλε χέρας, τοῖόν μιν ἔχεν δέος εἰσορόωσαν.ὅσση δʼ εἰαρινοῦ μηκύνεται ἤματος αἶσα,τοσσάτιον μογέεσκον ἐπὶ χρόνον, ὀχλίζουσαι