ἐσσυμένως, δόρπον τε χαμεύνας τʼ ἀμφεπένοντο,τῇς ἔνι δαισάμενοι νύκτʼ ἄεσαν, ὡς τὸ πάροιθεν.ἦμος δʼ ἄκρον ἔβαλλε φαεσφόρος οὐρανὸν Ἠώς,δὴ τότε λαιψηροῖο κατηλυσίῃ ζεφύροιοβαῖνον ἐπὶ κληῖδας ἀπὸ χθονός· ἐκ δὲ βυθοῖοεὐναίας εἷλκον περιγηθέες ἄλλα τε πάνταἄρμενα μηρύοντο κατὰ χρέος· ὕψι δὲ λαῖφοςεἴρυσσαν τανύσαντες ἐν ἱμάντεσσι κεραίης.νῆα δʼ ἐυκραὴς ἄνεμος φέρεν. αἶψα δὲ νῆσονκαλήν, Ἀνθεμόεσσαν ἐσέδρακον, ἔνθα λίγειαιΣειρῆνες σίνοντʼ Ἀχελωίδες ἡδείῃσινθέλγουσαι μολπῇσιν, ὅτις παρὰ πεῖσμα βάλοιτο.τὰς μὲν ἄρʼ εὐειδὴς Ἀχελωίῳ εὐνηθεῖσαγείνατο Τερψιχόρη, Μουσέων μία· καί ποτε Δηοῦςθυγατέρʼ ἰφθίμην ἀδμῆτʼ ἔτι πορσαίνεσκονἄμμιγα μελπόμεναι· τότε δʼ ἄλλο μὲν οἰωνοῖσιν,ἄλλο δὲ παρθενικῇς ἐναλίγκιαι ἔσκον ἰδέσθαι.αἰεὶ δʼ εὐόρμου δεδοκημέναι ἐκ περιωπῆςἦ θαμὰ δὴ πολέων μελιηδέα νόστον ἕλοντο,τηκεδόνι φθινύθουσαι· ἀπηλεγέως δʼ ἄρα καὶ τοῖςἵεσαν ἐκ στομάτων ὄπα λείριον. οἱ δʼ ἀπὸ νηὸςἤδη πείσματʼ ἔμελλον ἐπʼ ἠιόνεσσι βαλέσθαι,εἰ μὴ ἄρʼ Οἰάγροιο πάις Θρηίκιος ὈρφεὺςΒιστονίην ἐνὶ χερσὶν ἑαῖς φόρμιγγα τανύσσαςκραιπνὸν ἐυτροχάλοιο μέλος κανάχησεν ἀοιδῆς,ὄφρʼ ἄμυδις κλονέοντος ἐπιβρομέωνται ἀκουαὶκρεγμῷ· παρθενικὴν δʼ ἐνοπὴν ἐβιήσατο φόρμιγξ.νῆα δʼ ὁμοῦ ζέφυρός τε καὶ ἠχῆεν φέρε κῦμαπρυμνόθεν ὀρνύμενον· ταὶ δʼ ἄκριτον ἵεσαν αὐδήν.ἀλλὰ καὶ ὧς Τελέοντος ἐὺς πάις, οἶος ἑταίρωνπροφθάμενος, ξεστοῖο κατὰ ζυγοῦ ἔνθορε πόντῳΒούτης, Σειρήνων λιγυρῇ ὀπὶ θυμὸν ἰανθείς·νῆχε δὲ πορφυρέοιο διʼ οἴδματος, ὄφρʼ ἐπιβαίη,σχέτλιος. ἦ τέ οἱ αἶψα καταυτόθι νόστον ἀπηύρων,ἀλλά μιν οἰκτείρασα θεὰ Ἔρυκος μεδέουσαΚύπρις ἔτʼ ἐν δίναις ἀνερέψατο, καί ῥʼ ἐσάωσενπρόφρων ἀντομένη Λιλυβηίδα ναιέμεν ἄκρην.οἱ δʼ ἄχεϊ σχόμενοι τὰς μὲν λίπον, ἄλλα δʼ ὄπαζονκύντερα μιξοδίῃσιν ἁλὸς ῥαιστήρια νηῶν.τῇ μὲν γὰρ Σκύλλης λισσὴ προυφαίνετο πέτρη·