κυανέου πόντοιο· κάλει δʼ ἐπαμυνέμεν ἄλλαςαὐτοκασιγνήτας Νηρηίδας· αἱ δʼ ἀίουσαιἤντεον ἀλλήλῃσι· Θέτις δʼ ἀγόρευεν ἐφετμὰςἭρης· αἶψα δʼ ἴαλλε μετʼ Αὐσονίην ἅλα πάσας.αὐτὴ δʼ ὠκυτέρη ἀμαρύγματος ἠὲ βολάωνἠελίου, ὅτʼ ἄνεισι περαίης ὑψόθι γαίης,σεύατʼ ἴμεν λαιψηρὰ διʼ ὕδατος, ἔστʼ ἀφίκανενἀκτὴν Αἰαίην Τυρσηνίδος ἠπείροιο.τοὺς δʼ εὗρεν παρὰ νηὶ σόλῳ ῥιπῇσί τʼ ὀιστῶντερπομένους· ἡ δʼ ἆσσον ὀρεξαμένη χερὸς ἄκρηςΑἰακίδεω Πηλῆος· ὁ γάρ ῥά οἱ ἦεν ἀκοίτης·οὐδέ τις εἰσιδέειν δύνατʼ ἔμπεδον, ἀλλʼ ἄρα τῷγεοἴῳ ἐν ὀφθαλμοῖσιν ἐείσατο, φώνησέν τε·μηκέτι νῦν ἀκταῖς Τυρσηνίσιν ἧσθε μένοντες,ἠῶθεν δὲ θοῆς πρυμνήσια λύετε νηός,Ἥρῃ πειθόμενοι ἐπαρηγόνι. τῆς γὰρ ἐφετμῇςπασσυδίῃ κοῦραι Νηρηίδες ἀντιόωσιν,νῆα διὲκ πέτρας, αἵ τε Πλαγκταὶ καλέονται,ῥυσόμεναι. κείνη γὰρ ἐναίσιμος ὔμμι κέλευθος.ἀλλὰ σὺ μή τῳ ἐμὸν δείξῃς δέμας, εὖτʼ ἂν ἴδηαιἀντομένην σὺν τῇσι· νόῳ δʼ ἔχε, μή με χολώσῃςπλεῖον ἔτʼ, ἢ τὸ πάροιθεν ἀπηλεγέως ἐχόλωσας.ἦ, καὶ ἔπειτʼ ἀίδηλος ἐδύσατο βένθεα πόντου·τὸν δʼ ἄχος αἰνὸν ἔτυψεν, ἐπεὶ πάρος οὐκέτʼ ἰοῦσανἔδρακεν, ἐξότε πρῶτα λίπεν θάλαμόν τε καὶ εὐνὴνχωσαμένη Ἀχιλῆος ἀγαυοῦ νηπιάχοντος.ἡ μὲν γὰρ βροτέας αἰεὶ περὶ σάρκας ἔδαιεννύκτα διὰ μέσσην φλογμῷ πυρός· ἤματα δʼ αὖτεἀμβροσίῃ χρίεσκε τέρεν δέμας, ὄφρα πέλοιτοἀθάνατος, καί οἱ στυγερὸν χροῒ γῆρας ἀλάλκοι.αὐτὰρ ὅγʼ ἐξ εὐνῆς ἀνεπάλμενος εἰσενόησενπαῖδα φίλον σπαίροντα διὰ φλογός· ἧκε δʼ ἀυτὴνσμερδαλέην ἐσιδών, μέγα νήπιος· ἡ δʼ ἀίουσατὸν μὲν ἄρʼ ἁρπάγδην χαμάδις βάλε κεκληγῶτα,αὐτὴ δὲ πνοιῇ ἰκέλη δέμας, ἠύτʼ ὄνειρος,βῆ ῥʼ ἴμεν ἐκ μεγάροιο θοῶς, καὶ ἐσήλατο πόντονχωσαμένη· μετὰ δʼ οὔτι παλίσσυτος ἵκετʼ ὀπίσσω.τῶ μιν ἀμηχανίη δῆσεν φρένας· ἀλλὰ καὶ ἔμπηςπᾶσαν ἐφημοσύνην Θέτιδος μετέειπεν ἑταίροις.οἱ δʼ ἄρα μεσσηγὺς λῆξαν καὶ ἔπαυσαν ἀέθλους