υἷε δύω Φρίξου, χαμάδις θόρον· ἡ δʼ ἄρα τούσγεγούνων ἀμφοτέρῃσι περισχομένη προσέειπεν·ἔκ με, φίλοι, ῥύσασθε δυσάμμορον, ὧς δὲ καὶ αὐτοὺςὑμέας Αἰήταο, πρὸ γάρ τʼ ἀναφανδὰ τέτυκταιπάντα μάλʼ, οὐδέ τι μῆχος ἱκάνεται. ἀλλʼ ἐπὶ νηὶφεύγωμεν, πρὶν τόνδε θοῶν ἐπιβήμεναι ἵππων.δώσω δὲ χρύσειον ἐγὼ δέρος, εὐνήσασαφρουρὸν ὄφιν· τύνη δὲ θεοὺς ἐνὶ σοῖσιν ἑταίροις,ξεῖνε, τεῶν μύθων ἐπιίστορας, οὕς μοι ὑπέστης,ποίησαι· μηδʼ ἔνθεν ἑκαστέρω ὁρμηθεῖσανχήτει κηδεμόνων ὀνοτὴν καὶ ἀεικέα θείης.Ἴσκεν ἀκηχεμένη· μέγα δὲ φρένες Αἰσονίδαογήθεον· αἶψα δέ μιν περὶ γούνασι πεπτηυῖανἦκʼ ἀναειρόμενος προσπτύξατο, θάρσυνέν τε·δαιμονίη, Ζεὺς αὐτὸς Ὀλύμπιος ὅρκιος ἔστω,Ἥρη τε Ζυγίη, Διὸς εὐνέτις, ἦ μὲν ἐμοῖσινκουριδίην σε δόμοισιν ἐνιστήσεσθαι ἄκοιτιν,εὖτʼ ἂν ἐς Ἑλλάδα γαῖαν ἱκώμεθα νοστήσαντες.ὧς ηὔδα, καὶ χεῖρα παρασχεδὸν ἤραρε χειρὶδεξιτερήν· ἡ δέ σφιν ἐς ἱερὸν ἄλσος ἀνώγεινῆα θοὴν ἐλάαν αὐτοσχεδόν, ὄφρʼ ἔτι νύκτωρκῶας ἑλόντες ἄγοιντο παρὲκ νόον Αἰήταο.ἔνθʼ ἔπος ἠδὲ καὶ ἔργον ὁμοῦ πέλεν ἐσσυμένοισιν.εἰς γάρ μιν βήσαντες, ἀπὸ χθονὸς αὐτίκʼ ἔωσαννῆα· πολὺς δʼ ὀρυμαγδὸς ἐπειγομένων ἐλάτῃσινἦεν ἀριστήων· ἡ δʼ ἔμπαλιν ἀίσσουσαγαίῃ χεῖρας ἔτεινεν ἀμήχανος. αὐτὰρ Ἰήσωνθάρσυνέν τʼ ἐπέεσσι, καὶ ἴσχανεν ἀσχαλόωσαν.ἦμος δʼ ἀνέρες ὕπνον ἀπʼ ὀφθαλμῶν ἐβάλοντοἀγρόται, οἵ τε κύνεσσι πεποιθότες οὔποτε νύκταἄγχαυρον κνώσσουσιν, ἀλευάμενοι φάος ἠοῦς,μὴ πρὶν ἀμαλδύνῃ θηρῶν στίβον ἠδὲ καὶ ὀδμὴνθηρείην λευκῇσιν ἐνισκίμψασα βολῇσιν·τῆμος ἄρʼ Αἰσονίδης κούρη τʼ ἀπὸ νηὸς ἔβησανποιήεντʼ ἀνὰ χῶρον, ἵνα κριοῦ καλέονταιεὐναί, ὅθι πρῶτον κεκμηότα γούνατʼ ἔκαμψεν,νώτοισιν φορέων Μινυήιον υἷʼ Ἀθάμαντος.ἐγγύθι δʼ αἰθαλόεντα πέλεν πελεν βωμοῖο θέμεθλα,ὅν ῥά ποτʼ Αἰολίδης Διὶ Φυξίῳ εἵσατο Φρίξος,ῥέζων κεῖνο τέρας παγχρύσεον, ὥς οἱ ἔειπεν