δείματι, μή τις ἑοῦ ἀντάξιος ἄλλος ἀνάσσοιἀθανάτων, ἀλλʼ αἰὲν ἑὸν κράτος εἰρύοιτο.αὐτὰρ ἐγὼ τὸν ἄριστον ἐπιχθονίων πόσιν εἶναιδῶκά τοι, ὄφρα γάμου θυμηδέος ἀντιάσειας,τέκνα τε φιτύσαιο· θεοὺς δʼ ἐς δαῖτʼ ἐκάλεσσαπάντας ὁμῶς· αὐτὴ δὲ σέλας χείρεσσιν ἀνέσχοννυμφίδιον, κείνης ἀγανόφρονος εἵνεκα τιμῆς.ἀλλʼ ἄγε καί τινά τοι νημερτέα μῦθον ἐνίψω.εὖτʼ ἂν ἐς Ἠλύσιον πεδίον τεὸς υἱὸς ἵκηται,ὃν δὴ νῦν Χείρωνος ἐν ἤθεσι Κενταύροιονηιάδες κομέουσι τεοῦ λίπτοντα γάλακτος,χρειώ μιν κούρης πόσιν ἔμμεναι ΑἰήταοΜηδείης· σὺ δʼ ἄρηγε νυῷ ἑκυρή περ ἐοῦσα,ἠδʼ αὐτῷ Πηλῆι. τί τοι χόλος ἐστήρικται;ἀάσθη. καὶ γάρ τε θεοὺς ἐπινίσσεται ἄτη.ναὶ μὲν ἐφημοσύνῃσιν ἐμαῖς Ἥφαιστον ὀίωλωφήσειν πρήσοντα πυρὸς μένος, Ἱπποτάδην δὲΑἴολον ὠκείας ἀνέμων ἄικας ἐρύξειν,νόσφιν ἐυσταθέος ζεφύρου, τείως κεν ἵκωνταιΦαιήκων λιμένας· σὺ δʼ ἀκηδέα μήδεο νόστον.δεῖμα δέ τοι πέτραι καὶ ὑπέρβια κύματʼ ἔασινμοῦνον, ἅ κεν τρέψαιο κασιγνήτῃσι σὺν ἄλλαις.μηδὲ σύγʼ ἠὲ Χάρυβδιν ἀμηχανέοντας ἐάσῃςἐσβαλέειν, μὴ πάντας ἀναβρόξασα φέρῃσιν,ἠὲ παρὰ Σκύλλης στυγερὸν κευθμῶνα νέεσθαι,Σκύλλης Αὐσονίης ὀλοόφρονος, ἣν τέκε Φόρκυινυκτιπόλος Ἑκάτη, τήν τε κλείουσι Κράταιιν,μή πως σμερδαλέῃσιν ἐπαΐξασα γένυσσινλεκτοὺς ἡρώων δηλήσεται. ἀλλʼ ἔχε νῆακεῖσʼ, ὅθι περ τυτθή γε παραίβασις ἔσσετʼ ὀλέθρου.ὧς φάτο· τὴν δὲ Θέτις τοίῳ προσελέξατο μύθῳ·εἰ μὲν δὴ μαλεροῖο πυρὸς μένος ἠδὲ θύελλαιζαχρηεῖς λήξουσιν ἐτήτυμον, ἦ τʼ ἂν ἔγωγεθαρσαλέη φαίην, καὶ κύματος ἀντιόωντοςνῆα σαωσέμεναι, ζεφύρου λίγα κινυμένοιο.ἀλλʼ ὥρη δολιχήν τε καὶ ἄσπετον οἶμον ὁδεύειν,ὄφρα κασιγνήτας μετελεύσομαι, αἵ μοι ἀρωγοὶἔσσονται, καὶ νηὸς ὅθι πρυμνήσιʼ ἀνῆπται,ὥς κεν ὑπηῷοι μνησαίατο νόστον ἑλέσθαι.ἦ, καὶ ἀναΐξασα κατʼ αἰθέρος ἔμπεσε δίναις