εἰπὲ δὲ κοιμῆσαι φύσας πυρός, εἰσόκεν Ἀργὼτάσγε παρεξελάσῃσιν. ἀτὰρ καὶ ἐς Αἴολον ἐλθεῖν,Αἴολον, ὅς τʼ ἀνέμοις αἰθρηγενέεσσιν ἀνάσσει·καὶ δὲ τῷ εἰπέμεναι τὸν ἐμὸν νόον, ὥς κεν ἀήταςπάντας ἀπολλήξειεν ὑπʼ ἠέρι, μηδέ τις αὔρητρηχύνοι πέλαγος· Ζεφύρου γε μὲν οὖρος ἀήτω,ὄφρʼ οἵγʼ Ἀλκινόου Φαιηκίδα νῆσον ἵκωνται.ὧς ἔφατʼ· αὐτίκα δʼ Ἶρις ἀπʼ Οὐλύμποιο θοροῦσατέμνε, τανυσσαμένη κοῦφα πτερά. δῦ δʼ ἐνὶ πόντῳΑἰγαίῳ, τόθι πέρ τε δόμοι Νηρῆος ἔασιν.πρώτην δʼ εἰσαφίκανε Θέτιν, καὶ ἐπέφραδε μῦθονἭρης ἐννεσίῃς, ὦρσέν τέ μιν εἰς ἓ νέεσθαι.δεύτερα δʼ εἰς Ἥφαιστον ἐβήσατο· παῦσε δὲ τόνγεῥίμφα σιδηρείων τυπίδων· ἔσχοντο δʼ ἀυτμῆςαἰθαλέοι πρηστῆρες. ἀτὰρ τρίτον εἰσαφίκανενΑἴολον Ἱππότεω παῖδα κλυτόν. ὄφρα δὲ καὶ τῷἀγγελίην φαμένη θοὰ γούνατα παῦσεν ὁδοῖο,τόφρα Θέτις Νηρῆα κασιγνήτας τε λιποῦσαἐξ ἁλὸς Οὔλυμπόνδε θεὰν μετεκίαθεν Ἥρην·ἡ δέ μιν ἆσσον ἑοῖο παρεῖσέ τε, φαῖνέ τε μῦθον·κέκλυθι νῦν, Θέτι δῖα, τά τοι ἐπιέλδομʼ ἐνισπεῖν.οἶσθα μέν, ὅσσον ἐμῇσιν ἐνὶ φρεσὶ τίεται ἥρωςΑἰσονίδης, οἱ δʼ ἄλλοι ἀοσσητῆρες ἀέθλου,οἵως τέ σφʼ ἐσάωσα διὰ πλαγκτὰς περόωνταςπέτρας, ἔνθα πάρος δειναὶ βρομέουσι θύελλαι,κύματά τε σκληρῇσι περιβλύει σπιλάδεσσιν.νῦν δὲ παρὰ Σκύλλης σκόπελον μέγαν ἠδὲ Χάρυβδινδεινὸν ἐρευγομένην δέχεται ὁδός. ἀλλά σε γὰρ δὴἐξέτι νηπυτίης αὐτὴ τρέφον ἠδʼ ἀγάπησαἔξοχον ἀλλάων, αἵ τʼ εἰν ἁλὶ ναιετάουσιν,οὕνεκεν οὐκ ἔτλης εὐνῇ Διὸς ἱεμένοιολέξασθαι. κείνῳ γὰρ ἀεὶ τάδε ἔργα μέμηλεν,ἠὲ σὺν ἀθανάταις ἠὲ θνητῇσιν ἰαύειν.ἀλλʼ ἐμὲ αἰδομένη καὶ ἐνὶ φρεσὶ δειμαίνουσα,ἠλεύω· ὁ δʼ ἔπειτα πελώριον ὅρκον ὄμοσσεν,μήποτέ σʼ ἀθανάτοιο θεοῦ καλέεσθαι ἄκοιτιν.ἔμπης δʼ οὐ μεθίεσκεν ὀπιπεύων ἀέκουσαν,εἰσότε οἱ πρέσβειρα Θέμις κατέλεξεν ἅπαντα,ὡς δή τοι πέπρωται ἀμείνονα πατρὸς ἑοῖοπαῖδα τεκεῖν· τῶ καί σε λιλαιόμενος μεθέηκεν,