αὔτως ἱδρύνθησαν ἐφέστιοι. ἦ γὰρ ὀνείρωνμνῆστις ἀεικελίη δῦνεν φρένας ὁρμαίνουσαν·ἵετο δʼ αὖ κούρης ἐμφύλιον ἴδμεναι ὀμφήν,αὐτίχʼ ὅπως ἐνόησεν ἀπʼ οὔδεος ὄσσε βαλοῦσαν.πᾶσα γὰρ Ἠελίου γενεὴ ἀρίδηλος ἰδέσθαιἦεν, ἐπεὶ βλεφάρων ἀποτηλόθι μαρμαρυγῇσινοἷόν τε τέ χρυσέην ἀντώπιον ἵεσαν αἴγλην.ἡ δʼ ἄρα τῇ τὰ ἕκαστα διειρομένῃ κατέλεξεν, κατελεξεν,Κολχίδα γῆρυν ἱεῖσα, βαρύφρονος Αἰήταοκούρη μειλιχίως, ἠμὲν στόλον ἠδὲ κελεύθουςἡρώων, ὅσα τʼ ἀμφὶ θοοῖς ἐμόγησαν ἀέθλοις,ὥς τε κασιγνήτης πολυκηδέος ἤλιτε βουλαῖς,ὥς τʼ ἀπονόσφιν ἄλυξεν ὑπέρβια δείματα πατρὸςσὺν παισὶν Φρίξοιο· φόνον δʼ ἀλέεινεν ἐνισπεῖνἈψύρτου. τὴν δʼ οὔτι νόῳ λάθεν· ἀλλὰ καὶ ἔμπηςμυρομένην ἐλέαιρεν, ἔπος δʼ ἐπὶ τοῖον ἔειπεν·σχετλίη, ἦ ῥα κακὸν καὶ ἀεικέα μήσαο νόστον.ἔλπομαι οὐκ ἐπὶ δήν σε βαρὺν χόλον Αἰήταοἐκφυγέειν· τάχα δʼ εἶσι καὶ Ἑλλάδος ἤθεα γαίηςτισόμενος φόνον υἷος, ὅτʼ ἄσχετα ἔργʼ ἐτέλεσσας.ἀλλʼ ἐπεὶ οὖν ἱκέτις καὶ ὁμόγνιος ἔπλευ ἐμεῖο,ἄλλο μὲν οὔτι κακὸν μητίσομαι ἐνθάδʼ ἰούσῃ·ἔρχεο δʼ ἐκ μεγάρων ξείνῳ συνοπηδὸς ἐοῦσα,ὅντινα τοῦτον ἄιστον ἀείραο πατρὸς ἄνευθεν·μηδέ με γουνάσσηαι ἐφέστιος, οὐ γὰρ ἔγωγεαἰνήσω βουλάς τε σέθεν καὶ ἀεικέα φύξιν.ὧς φάτο· τὴν δʼ ἀμέγαρτον ἄχος λάβεν· ἀμφὶ δὲ πέπλονὀφθαλμοῖσι βαλοῦσα γόον χέεν, ὄφρα μιν ἥρωςχειρὸς ἐπισχόμενος μεγάρων ἐξῆγε θύραζεδείματι παλλομένην· λεῖπον δʼ ἀπὸ δώματα Κίρκης.οὐδʼ ἄλοχον Κρονίδαο Διὸς λάθον· ἀλλά οἱ Ἶριςπέφραδεν, εὖτʼ ἐνόησεν ἀπὸ μεγάροιο κιόντας.αὐτὴ γάρ μιν ἄνωγε δοκευέμεν, ὁππότε νῆαστείχοιεν· τὸ καὶ αὖτις ἐποτρύνουσʼ ἀγόρευεν·Ἶρι φίλη, νῦν, εἴ ποτʼ ἐμὰς ἐτέλεσσας ἐφετμάς,εἰ δʼ ἄγε λαιψηρῇσι μετοιχομένη πτερύγεσσιν,δεῦρο Θέτιν μοι ἄνωχθι μολεῖν ἁλὸς ἐξανιοῦσαν.κείνης γὰρ χρειώ με κιχάνεται. αὐτὰρ ἔπειταἐλθεῖν εἰς ἀκτάς, ὅθι τʼ ἄκμονες Ἡφαίστοιοχάλκειοι στιβαρῇσιν ἀράσσονται τυπίδεσσιν·