Κίρκης εἴς τε φυήν, εἴς τʼ ὄμματα παπταίνοντεςῥεῖα κασιγνήτην φάσαν ἔμμεναι Αἰήταο.ἡ δʼ ὅτε δὴ νυχίων ἀπὸ δείματα πέμψεν ὀνείρων,αὐτίκʼ ἔπειτʼ ἄψορρον ἀπέστιχε· τοὺς δʼ ἅμʼ ἕπεσθαι,χειρὶ καταρρέξασα, δολοφροσύνῃσιν ἄνωγεν.ἔνθʼ ἤτοι πληθὺς μὲν ἐφετμαῖς Αἰσονίδαομίμνεν ἀπηλεγέως· ὁ δʼ ἐρύσσατο Κολχίδα κούρην.ἄμφω δʼ ἑσπέσθην αὐτὴν ὁδόν, ἔστʼ ἀφίκοντοΚίρκης ἐς μέγαρον· τοὺς δʼ ἐν λιπαροῖσι κέλευενἥγε θρόνοις ἕζεσθαι, ἀμηχανέουσα κιόντων.τὼ δʼ ἄνεῳ καὶ ἄναυδοι ἐφʼ ἑστίῃ ἀίξαντεἵζανον, ἥ τε δίκη λυγροῖς ἱκέτῃσι τέτυκται,ἡ μὲν ἐπʼ ἀμφοτέραις θεμένη χείρεσσι μέτωπα,αὐτὰρ ὁ κωπῆεν μέγα φάσγανον ἐν χθονὶ πήξας,ᾧπέρ τʼ Αἰήταο πάιν κτάνεν· οὐδέ ποτʼ ὄσσεἰθὺς ἐνὶ βλεφάροισιν ἀνέσχεθον. αὐτίκα δʼ ἔγνωΚίρκη φύξιον οἶτον ἀλιτροσύνας τε φόνοιο.τῶ καὶ ὀπιζομένη Ζηνὸς θέμιν Ἱκεσίοιο,ὃς μέγα μὲν κοτέει, μέγα δʼ ἀνδροφόνοισιν ἀρήγει,ῥέζε θυηπολίην, οἵῃ τʼ ἀπολυμαίνονταινηλειεῖς ἱκέται, ὅτʼ ἐφέστιοι ἀντιόωσιν.πρῶτα μὲν ἀτρέπτοιο λυτήριον ἥγε φόνοιοτειναμένη καθύπερθε συὸς τέκος, ἧς ἔτι μαζοὶπλήμμυρον λοχίης ἐκ νηδύος, αἵματι χεῖραςτέγγεν, ἐπιτμήγουσα δέρην· αὖτις δὲ καὶ ἄλλοιςμείλισσεν χύτλοισι, καθάρσιον ἀγκαλέουσαΖῆνα, παλαμναίων τιμήορον ἱκεσιάων.καὶ τὰ μὲν ἀθρόα πάντα δόμων ἐκ λύματʼ ἔνεικαννηιάδες πρόπολοι, ταί οἱ πόρσυνον ἕκαστα.ἡ δʼ εἴσω πελάνους μείλικτρά τε νηφαλίῃσινκαῖεν ἐπʼ εὐχωλῇσι παρέστιος, ὄφρα χόλοιοσμερδαλέας παύσειεν Ἐρινύας, ἠδὲ καὶ αὐτὸςεὐμειδής τε πέλοιτο καὶ ἤπιος ἀμφοτέροισιν,εἴτʼ οὖν ὀθνείῳ μεμιασμένοι αἵματι χεῖρας,εἴτε καὶ ἐμφύλῳ προσκηδέες ἀντιόωσιν.αὐτὰρ ἐπεὶ μάλα πάντα πονήσατο, δή τότʼ ἔπειταεἷσεν ἐπὶ ξεστοῖσιν ἀναστήσασα θρόνοισιν,καὶ δʼ αὐτὴ πέλας ἷζεν ἐνωπαδίς. αἶψα δὲ μύθῳχρειὼ ναυτιλίην τε διακριδὸν ἐξερέεινεν.ἠδʼ ὁπόθεν μετὰ γαῖαν ἑὴν καὶ δώματʼ ἰόντες