ἂψ δὲ παλιντροπόωντο θεᾶς ὕπο, καί ῥʼ ἐνόησαντὴν οἶμον, τῇπέρ τε καὶ ἔπλετο νόστος ἰοῦσιν.δηναιοὶ δʼ ἀκτὰς ἁλιμυρέας εἰσαφίκοντοἭρης ἐννεσίῃσι, διʼ ἔθνεα μυρία Κελτῶνκαὶ Λιγύων περόωντες ἀδήιοι. ἀμφὶ γὰρ αἰνὴνἠέρα χεῦε θεὰ πάντʼ ἤματα νισσομένοισιν.μεσσότατον δʼ ἄρα τοίγε διὰ στόμα νηὶ βαλόντεςΣτοιχάδας εἰσαπέβαν νήσους σόοι εἵνεκα κούρωνΖηνός· ὃ δὴ βωμοί τε καὶ ἱερὰ τοῖσι τέτυκταιἔμπεδον· οὐδʼ οἶον κείνης ἐπίκουροι ἕποντοναυτιλίης· Ζεὺς δέ σφι καὶ ὀψιγόνων πόρε νῆας.Στοιχάδας αὖτε λιπόντες ἐς Αἰθαλίην ἐπέρησαννῆσον, ἵνα ψηφῖσιν ἀπωμόρξαντο καμόντεςἱδρῶ ἅλις· χροιῇ δὲ κατʼ αἰγιαλοῖο κέχυνταιεἴκελαι· ἐν δὲ σόλοι καὶ τεύχεα θέσκελα κείνων·ἐν δὲ λιμὴν Ἀργῷος ἐπωνυμίην πεφάτισται.καρπαλίμως δʼ ἐνθένδε διὲξ ἁλὸς οἶδμα νέοντοΑὐσονίης ἀκτὰς Τυρσηνίδας εἰσορόωντες·ἷξον δʼ Αἰαίης λιμένα κλυτόν· ἐκ δʼ ἄρα νηὸςπείσματʼ ἐπʼ ἠιόνων σχεδόθεν βάλον. ἔνθα δὲ Κίρκηνεὗρον ἁλὸς νοτίδεσσι κάρη ἐπιφαιδρύνουσαν·τοῖον γὰρ νυχίοισιν ὀνείρασιν ἐπτοίητο.αἵματί οἱ θάλαμοί τε καὶ ἕρκεα πάντα δόμοιομύρεσθαι δόκεον· φλὸξ δʼ ἀθρόα φάρμακʼ ἔδαπτεν,οἷσι πάρος ξείνους θέλγʼ ἀνέρας, ὅστις ἵκοιτο·τὴν δʼ αὐτὴ φονίῳ σβέσεν αἵματι πορφύρουσαν,χερσὶν ἀφυσσαμένη· λῆξεν δʼ ὀλοοῖο φόβοιο.τῶ καὶ ἐπιπλομένης ἠοῦς νοτίδεσσι θαλάσσηςἐγρομένη πλοκάμους τε καὶ εἵματα φαιδρύνεσκεν.θῆρες δʼ οὐ θήρεσσιν ἐοικότες ὠμηστῇσιν,οὐδὲ μὲν οὐδʼ ἄνδρεσσιν ὁμὸν δέμας, ἄλλο δʼ ἀπʼ ἄλλωνσυμμιγέες μελέων, κίον ἀθρόοι, ἠύτε μῆλαἐκ σταθμῶν ἅλις εἶσιν ὀπηδεύοντα νομῆι.τοίους καὶ προτέρης ἐξ ἰλύος ἐβλάστησεχθὼν αὐτὴ μικτοῖσιν ἀρηρεμένους μελέεσσιν,οὔπω διψαλέῳ μάλʼ ὑπʼ ἠέρι πιληθεῖσα,οὐδέ πω ἀζαλέοιο βολαῖς τόσον ἠελίοιοἰκμάδας αἰνυμένη· τὰ δʼ ἐπὶ στίχας ἤγαγεν αἰὼνσυγκρίνας· τὼς οἵγε φυὴν ἀίδηλοι ἕποντο.ἥρωας δʼ ἕλε θάμβος ἀπείριτον· αἶψα δʼ ἕκαστος