φλογμῷ ἐπιθρώσκει πεποτημένος. ἀμφὶ δὲ κοῦραιἩλιάδες ταναῇσιν ἐελμέναι αἰγείροισιν,μύρονται κινυρὸν μέλεαι γόον· ἐκ δὲ φαεινὰςἠλέκτρου λιβάδας βλεφάρων προχέουσιν ἔραζε,αἱ μέν τʼ ἠελίῳ ψαμάθοις ἔπι τερσαίνονται·εὖτʼ ἂν δὲ κλύζῃσι κελαινῆς ὕδατα λίμνηςἠιόνας πνοιῇ πολυηχέος ἐξ ἀνέμοιο,δὴ τότʼ ἐς Ἠριδανὸν προκυλίνδεται ἀθρόα πάντακυμαίνοντι ῥόῳ. Κελτοὶ δʼ ἐπὶ βάξιν ἔθεντο,ὡς ἄρʼ Ἀπόλλωνος τάδε δάκρυα Λητοΐδαοἐμφέρεται δίναις, ἅ τε μυρία χεῦε πάροιθεν,ἦμος Ὑπερβορέων ἱερὸν γένος εἰσαφίκανεν,οὐρανὸν αἰγλήεντα λιπὼν ἐκ πατρὸς ἐνιπῆς,χωόμενος περὶ παιδί, τὸν ἐν λιπαρῇ Λακερείῃδῖα Κορωνὶς ἔτικτεν ἐπὶ προχοῇς Ἀμύροιο.καὶ τὰ μὲν ὧς κείνοισι μετʼ ἀνδράσι κεκλήισται.τοὺς δʼ οὔτε βρώμης ᾕρει πόθος, οὐδὲ ποτοῖο,οὔτʼ ἐπὶ γηθοσύνας τράπετο νόος. ἀλλʼ ἄρα τοίγεἤματα μὲν στρεύγοντο περιβληχρὸν βαρύθοντεςὀδμῇ λευγαλέῃ, τήν ῥʼ ἄσχετον ἐξανίεσκοντυφομένου Φαέθοντος ἐπιρροαὶ Ἠριδανοῖο·νύκτας δʼ αὖ γόον ὀξὺν ὀδυρομένων ἐσάκουονἩλιάδων λιγέως· τὰ δὲ δάκρυα μυρομένῃσινοἷον ἐλαιηραὶ στάγες ὕδασιν ἐμφορέοντο.ἐκ δὲ τόθεν Ῥοδανοῖο βαθὺν ῥόον εἰσαπέβησαν,ὅς τʼ εἰς Ἠριδανὸν μετανίσσεται· ἄμμιγα δʼ ὕδωρἐν ξυνοχῇ βέβρυκε κυκώμενον. αὐτὰρ ὁ γαίηςἐκ μυχάτης, ἵνα τʼ εἰσὶ πύλαι καὶ ἐδέθλια Νυκτός,ἔνθεν ἀπορνύμενος τῇ μέν τʼ ἐπερεύγεται ἀκτὰςὨκεανοῦ, τῇ δʼ αὖτε μετʼ Ἰονίην ἅλα βάλλει,τῇ δʼ ἐπὶ Σαρδόνιον πέλαγος καὶ ἀπείρονα κόλπονἑπτὰ διὰ στομάτων ἵει ῥόον. ἐκ δʼ ἄρα τοῖολίμνας εἰσέλασαν δυσχείμονας, αἵ τʼ ἀνὰ Κελτῶνἤπειρον πέπτανται ἀθέσφατον· ἔνθα κεν οἵγεἄτῃ ἀεικελίῃ πέλασαν. φέρε γάρ τις ἀπορρὼξκόλπον ἐς Ὠκεανοῖο, τὸν οὐ προδαέντες ἔμελλονεἰσβαλέειν, τόθεν οὔ κεν ὑπότροποι ἐξεσάωθεν.ἀλλʼ Ἥρη σκοπέλοιο καθʼ Ἑρκυνίου ἰάχησενοὐρανόθεν προθοροῦσα· φόβῳ δʼ ἐτίναχθεν ἀυτῆςπάντες ὁμῶς· δεινὸν γὰρ ἐπὶ μέγας ἔβραχεν αἰθήρ.