τηλόθι· τὰς δʼ ἀπέλειπον, ὅσαι Κόλχοισι πάροιθενἑξείης πλήθοντο Λιβυρνίδες εἰν ἁλὶ νῆσοι,Ἴσσα τε Δυσκέλαδός τε καὶ ἱμερτὴ Πιτύεια.αὐτὰρ ἔπειτʼ ἐπὶ τῇσι παραὶ Κέρκυραν ἵκοντο,ἔνθα Ποσειδάων Ἀσωπίδα νάσσατο κούρην,ἠύκομον Κέρκυραν, ἑκὰς Φλιουντίδος αἴης,ἁρπάξας ὑπʼ ἔρωτι· μελαινομένην δέ μιν ἄνδρεςναυτίλοι ἐκ πόντοιο κελαινῇ πάντοθεν ὕλῃδερκόμενοι Κέρκυραν ἐπικλείουσι Μέλαιναν.τῇ δʼ ἐπὶ καὶ Μελίτην, λιαρῷ περιγηθέες οὔρῳ,αἰπεινήν τε Κερωσσόν, ὕπερθε δὲ πολλὸν ἐοῦσανΝυμφαίην παράμειβον, ἵνα κρείουσα ΚαλυψὼἈτλαντὶς ναίεσκε· τὰ δʼ ἠεροειδέα λεύσσεινοὔρεα δοιάζοντο Κεραύνια. καὶ τότε βουλὰςἀμφʼ αὐτοῖς Ζηνός τε μέγαν χόλον ἐφράσαθʼ Ἥρη.μηδομένη δʼ ἄνυσιν τοῖο πλόου, ὦρσεν ἀέλλαςἀντικρύ, ταῖς αὖτις ἀναρπάγδην φορέοντονήσου ἔπι κραναῆς Ἠλεκτρίδος. αὐτίκα δʼ ἄφνωἴαχεν ἀνδρομέῃ ἐνοπῇ μεσσηγὺ θεόντωναὐδῆεν γλαφυρῆς νηὸς δόρυ, τό ῥʼ ἀνὰ μέσσηνστεῖραν Ἀθηναίη Δωδωνίδος ἥρμοσε φηγοῦ.τοὺς δʼ ὀλοὸν μεσσηγὺ δέος λάβεν εἰσαΐονταςφθογγήν τε Ζηνός τε βαρὺν χόλον. οὐ γὰρ ἀλύξεινἔννεπεν οὔτε πόρους δολιχῆς ἁλός, οὔτε θυέλλαςἀργαλέας, ὅτε μὴ Κίρκη φόνον Ἀψύρτοιονηλέα νίψειεν· Πολυδεύκεα δʼ εὐχετάασθαιΚάστορά τʼ ἀθανάτοισι θεοῖς ἤνωγε κελεύθουςΑὐσονίης ἔμπροσθε πορεῖν ἁλός, ᾗ ἔνι Κίρκηνδήουσιν, Πέρσης τε καὶ Ἠελίοιο θύγατρα.ὧς Ἀργὼ ἰάχησεν ὑπὸ κνέφας· οἱ δʼ ἀνόρουσανΤυνδαρίδαι, καὶ χεῖρας ἀνέσχεθον ἀθανάτοισινεὐχόμενοι τὰ ἕκαστα· κατηφείη δʼ ἔχεν ἄλλουςἥρωας Μινύας. ἡ δʼ ἔσσυτο πολλὸν ἐπιπρὸλαίφεσιν, ἐς δʼ ἔβαλον μύχατον ῥόον Ἠριδανοῖο·ἔνθα ποτʼ αἰθαλόεντι τυπεὶς πρὸς στέρνα κεραυνῷἡμιδαὴς Φαέθων πέσεν ἅρματος Ἠελίοιολίμνης ἐς προχοὰς πολυβενθέος· ἡ δʼ ἔτι νῦν περτραύματος αἰθομένοιο βαρὺν ἀνακηκίει ἀτμόν.οὐδέ τις ὕδωρ κεῖνο διὰ πτερὰ κοῦφα τανύσσαςοἰωνὸς δύναται βαλέειν ὕπερ· ἀλλὰ μεσηγὺς