νῆσον ἐς ἀντιπέραιαν ἀπέτραπον ὁρμηθῆναι.ἥρωες δʼ, ὅτε δή σφιν ἐείσατο νόστος ἀπήμων,δή ῥα τότε προμολόντες ἐπὶ χθονὶ πείσματʼ ἔδησανὙλλήων. νῆσοι γὰρ ἐπιπρούχοντο θαμειαὶἀργαλέην πλώουσιν ὁδὸν μεσσηγὺς ἔχουσαιοὐδέ σφιν, ὡς καὶ πρίν, ἀνάρσια μητιάασκονὙλλῆες· πρὸς δʼ αὐτοὶ ἐμηχανόωντο κέλευθον,μισθὸν ἀειρόμενοι τρίποδα μέγαν Ἀπόλλωνος.δοιοὺς γὰρ τρίποδας τηλοῦ πόρε Φοῖβος ἄγεσθαιΑἰσονίδῃ περόωντι κατὰ χρέος, ὁππότε Πυθὼἱρὴν πευσόμενος μετεκίαθε τῆσδʼ ὑπὲρ αὐτῆςναυτιλίης· πέπρωτο δʼ, ὅπῃ χθονὸς ἱδρυνθεῖεν,μήποτε τὴν δῄοισιν ἀναστήσεσθαι ἰοῦσιν.τούνεκεν εἰσέτι νῦν κείνῃ ὅδε κεύθεται αἴῃἀμφὶ πόλιν ἀγανὴν Ὑλληίδα, πολλὸν ἔνερθενοὔδεος, ὥς κεν ἄφαντος ἀεὶ μερόπεσσι πέλοιτο.οὐ μὲν ἔτι ζώοντα καταυτόθι τέτμον ἄνακταὝλλον, ὃν εὐειδὴς Μελίτη τέκεν Ἡρακλῆιδήμῳ Φαιήκων. ὁ γὰρ οἰκία ΝαυσιθόοιοΜάκριν τʼ εἰσαφίκανε, Διωνύσοιο τιθήνην,νιψόμενος παίδων ὀλοὸν φόνον· ἔνθʼ ὅγε κούρηνΑἰγαίου ἐδάμασσεν ἐρασσάμενος ποταμοῖο,νηιάδα Μελίτην· ἡ δὲ σθεναρὸν τέκεν Ὕλλον.οὐδʼ ἄρʼ ὅγʼ ἡβήσας αὐτῇ ἐνὶ ἔλδετο νήσῳναίειν, κοιρανέοντος ὑπʼ ὀφρύσι Ναυσιθόοιο·βῆ δʼ ἅλαδε Κρονίην, αὐτόχθονα λαὸν ἀγείραςΦαιήκων· σὺν γάρ οἱ ἄναξ πόρσυνε κέλευθονἥρως Ναυσίθοος· τόθι δʼ εἵσατο, καί μιν ἔπεφνονΜέντορες, ἀγραύλοισιν ἀλεξόμενον περὶ βουσίν.ἀλλά, θεαί, πῶς τῆσδε παρὲξ ἁλός, ἀμφί τε γαῖανΑὐσονίην νήσους τε Λιγυστίδας, αἳ καλέονταιΣτοιχάδες, Ἀργῴης περιώσια σήματα νηὸςνημερτὲς πέφαται; τίς ἀπόπροθι τόσσον ἀνάγκηκαὶ χρειώ σφʼ ἐκόμισσε; τίνες σφέας ἤγαγον αὖραι;αὐτόν που μεγαλωστὶ δεδουπότος ἈψύρτοιοΖῆνα, θεῶν βασιλῆα, χόλος λάβεν, οἷον ἔρεξαν.Αἰαίης δʼ ὀλοὸν τεκμήρατο δήνεσι Κίρκηςαἷμʼ ἀπονιψαμένους, πρό τε μυρία πημανθέντας,νοστήσειν. τὸ μὲν οὔτις ἀριστήων ἐνόησεν·ἀλλʼ ἔθεον γαίης Ὑλληίδος ἐξανιόντες