κείαται ὀστέα κεῖνα μετʼ ἀνδράσιν Ἀψυρτεῦσιν.οἱ δʼ ἄμυδις πυρσοῖο σέλας προπάροιθεν ἰδόντες,τό σφιν παρθενικὴ τέκμαρ μετιοῦσιν ἄειρεν,Κολχίδος ἀγχόθι νηὸς ἑὴν παρὰ νῆʼ ἐβάλοντοἥρωες· Κόλχον δʼ ὄλεκον στόλον, ἠύτε κίρκοιφῦλα πελειάων, ἠὲ μέγα πῶυ λέοντεςἀγρότεροι κλονέουσιν ἐνὶ σταθμοῖσι θορόντες.οὐδʼ ἄρα τις κείνων θάνατον φύγε, πάντα δʼ ὅμιλονπῦρ ἅ τε δηιόωντες ἐπέδραμον· ὀψὲ δʼ Ἰήσωνἤντησεν, μεμαὼς ἐπαμυνέμεν οὐ μάλʼ ἀρωγῆςδευομένοις· ἤδη δὲ καὶ ἀμφʼ αὐτοῖο μέλοντο.ἔνθα δὲ ναυτιλίης πυκινὴν περὶ μητιάασκονἑζόμενοι βουλήν· ἐπὶ δέ σφισιν ἤλυθε κούρηφραζομένοις· Πηλεὺς δὲ παροίτατος ἔκφατο μῦθον·ἤδη νῦν κέλομαι νύκτωρ ἔτι νῆʼ ἐπιβάνταςεἰρεσίῃ περάαν πλόον ἀντίον, ᾧ ἐπέχουσινδήιοι· ἠῶθεν γὰρ ἐπαθρήσαντας ἕκασταἔλπομαι οὐχ ἕνα μῦθον, ὅτις προτέρωσε δίεσθαιἡμέας ὀτρυνέει, τοὺς πεισέμεν· οἷα δʼ ἄνακτοςεὔνιδες, ἀργαλέῃσι διχοστασίῃς κεδόωνται.ῥηιδίη δέ κεν ἄμμι, κεδασθέντων δίχα λαῶν,ἤ τʼ εἴη μετέπειτα κατερχομένοισι κέλευθος.ὧς ἔφατʼ· ᾔνησαν δὲ νέοι ἔπος Αἰακίδαο.ῥίμφα δὲ νῆʼ ἐπιβάντες ἐπερρώοντʼ ἐλάτῃσιννωλεμές, ὄφρʼ ἱερὴν Ἠλεκτρίδα νῆσον ἵκοντο,ἀλλάων ὑπάτην, ποταμοῦ σχεδὸν Ἠριδανοῖο.Κόλχοι δʼ ὁππότʼ ὄλεθρον ἐπεφράσθησαν ἄνακτος,ἤτοι μὲν δίζεσθαι ἐπέχραον ἔνδοθι πάσηςἈργὼ καὶ Μινύας Κρονίης ἁλός. ἀλλʼ ἀπέρυκενἭρη σμερδαλέῃσι κατʼ αἰθέρος ἀστεροπῇσιν.ὕστατον αὐτοὶ δʼ αὖτε Κυταιίδος ἤθεα γαίηςστύξαν, ἀτυζόμενοι χόλον ἄγριον Αἰήταο,ἔμπεδα δʼ ἄλλυδις ἄλλοι ἐφορμηθέντες ἔνασθεν.οἱ μὲν ἐπʼ αὐτάων νήσων ἔβαν, ᾗσιν ἐπέσχονἥρωες, ναίουσι δʼ ἐπώνυμοι Ἀψύρτοιο·οἱ δʼ ἄρʼ ἐπʼ Ἰλλυρικοῖο μελαμβαθέος ποταμοῖο,τύμβος ἵνʼ Ἁρμονίης Κάδμοιό τε, πύργον ἔδειμαν,ἀνδράσιν Ἐγχελέεσσιν ἐφέστιοι· οἱ δʼ ἐν ὄρεσσινἐνναίουσιν, ἅπερ τε Κεραύνια κικλήσκονται,ἐκ τόθεν, ἐξότε τούσγε Διὸς Κρονίδαο κεραυνοὶ