υἱῆες Φρίξοιο δόσαν ξείνοισιν ἄγεσθαι·τοῖα παραιφαμένη θελκτήρια φάρμακʼ ἔπασσεναἰθέρι καὶ πνοιῇσι, τά κεν καὶ ἄπωθεν ἐόνταἄγριον ἠλιβάτοιο κατʼ οὔρεος ἤγαγε θῆρα.σχέτλιʼ Ἔρως, μέγα πῆμα, μέγα στύγος ἀνθρώποισιν,ἐκ σέθεν οὐλόμεναί τʼ ἔριδες στοναχαί τε γόοι τε,ἄλγεά τʼ ἄλλʼ ἐπὶ τοῖσιν ἀπείρονα τετρήχασιν.δυσμενέων ἐπὶ παισὶ κορύσσεο, δαῖμον, ἀερθείς,οἷος Μηδείῃ στυγερὴν φρεσὶν ἔμβαλες ἄτην.πῶς γὰρ δὴ μετιόντα κακῷ ἐδάμασσεν ὀλέθρῳἌψυρτον; τὸ γὰρ ἧμιν ἐπισχερὼ ἦεν ἀοιδῆς.ἦμος ὅτʼ Ἀρτέμιδος νήσῳ ἔνι τήνγʼ ἐλίποντοσυνθεσίῃ. τοὶ μέν ῥα διάνδιχα νηυσὶν ἔκελσανσφωιτέραις κρινθέντες· ὁ δʼ ἐς λόχον ᾖεν Ἰήσωνδέγμενος Ἄψυρτόν τε καὶ οὓς ἐξαῦτις ἑταίρους.αὐτὰρ ὅγʼ αἰνοτάτῃσιν ὑποσχεσίῃσι δολωθεὶςκαρπαλίμως ᾗ νηὶ διὲξ ἁλὸς οἶδμα περήσας,νύχθʼ ὕπο λυγαίην ἱερῆς ἐπεβήσατο νήσου·οἰόθι δʼ ἀντικρὺ μετιὼν πειρήσατο μύθοιςεἷο κασιγνήτης, ἀταλὸς πάις οἷα χαράδρηςχειμερίης, ἣν οὐδὲ διʼ αἰζηοὶ περόωσιν.εἴ κε δόλον ξείνοισιν ἐπʼ ἀνδράσι τεχνήσαιτο.καὶ τὼ μὲν τὰ ἕκαστα συνῄνεον ἀλλήλοισιν·αὐτίκα δʼ Αἰσονίδης πυκινοῦ ἐξᾶλτο λόχοιο,γυμνὸν ἀνασχόμενος παλάμῃ ξίφος· αἶψα δὲ κούρηἔμπαλιν ὄμματʼ ἔνεικε, καλυψαμένη ὀθόνῃσιν,μὴ φόνον ἀθρήσειε κασιγνήτοιο τυπέντος.τὸν δʼ ὅγε, βουτύπος ὥστε μέγαν κερεαλκέα ταῦρον,πλῆξεν ὀπιπεύσας νηοῦ σχεδόν, ὅν ποτʼ ἔδειμανἈρτέμιδι Βρυγοὶ περιναιέται ἀντιπέρηθεν.τοῦ ὅγʼ ἐνὶ προδόμῳ γνὺξ ἤριπε· λοίσθια δʼ ἥρωςθυμὸν ἀναπνείων χερσὶν μέλαν ἀμφοτέρῃσιναἷμα κατʼ ὠτειλὴν ὑποΐσχετο· τῆς δὲ καλύπτρηνἀργυφέην καὶ πέπλον ἀλευομένης ἐρύθηνεν.ὀξὺ δὲ πανδαμάτωρ λοξῷ ἴδεν οἷον ἔρεξανὄμματι νηλειὴς ὀλοφώιον ἔργον Ἐρινύς.ἥρως δʼ Αἰσονίδης ἐξάργματα τάμνε θανόντος,τρὶς δʼ ἀπέλειξε φόνου, τρὶς δʼ ἐξ ἄγος ἔπτυσʼ ὀδόντων,ἣ θέμις αὐθέντῃσι δολοκτασίας ἱλάεσθαι.ὑγρὸν δʼ ἐν γαίῃ κρύψεν νέκυν, ἔνθʼ ἔτι νῦν περ