τῇ δὲ καὶ αὐτόματοι θυρέων ὑπόειξαν ὀχῆες,ὠκείαις ἄψορροι ἀναθρώσκοντες ἀοιδαῖς.γυμνοῖσιν δὲ πόδεσσιν ἀνὰ στεινὰς θέεν οἴμους,λαιῇ μὲν χερὶ πέπλον ἐπʼ ὀφρύσιν ἀμφὶ μέτωπαστειλαμένη καὶ καλὰ παρήια, δεξιτερῇ δὲἄκρην ὑψόθι πέζαν ἀερτάζουσα χιτῶνος.καρπαλίμως δʼ ἀίδηλον ἀνὰ στίβον ἔκτοθι πύργωνἄστεος εὐρυχόροιο φόβῳ ἵκετʼ· οὐδέ τις ἔγνωτήνγε φυλακτήρων, λάθε δέ σφεας ὁρμηθεῖσα.ἔνθεν ἴμεν νηόνδε μάλʼ ἐφράσατʼ· οὐ γὰρ ἄιδριςἦεν ὁδῶν, θαμὰ καὶ πρὶν ἀλωμένη ἀμφί τε νεκρούς,ἀμφί τε δυσπαλέας ῥίζας χθονός, οἷα γυναῖκεςφαρμακίδες· τρομερῷ δʼ ὑπὸ δείματι πάλλετο θυμός.τὴν δὲ νέον Τιτηνὶς ἀνερχομένη περάτηθενφοιταλέην ἐσιδοῦσα θεὰ ἐπεχήρατο Μήνηἁρπαλέως, καὶ τοῖα μετὰ φρεσὶν ᾗσιν ἔειπεν·οὐκ ἄρʼ ἐγὼ μούνη μετὰ Λάτμιον ἄντρον ἀλύσκω,οὐδʼ οἴη καλῷ περιδαίομαι Ἐνδυμίωνι·ἦ θαμὰ δὴ καὶ σεῖο κίον δολίῃσιν ἀοιδαῖς,μνησαμένη φιλότητος, ἵνα σκοτίῃ ἐνὶ νυκτὶφαρμάσσῃς εὔκηλος, ἅ τοι φίλα ἔργα τέτυκται.νῦν δὲ καὶ αὐτὴ δῆθεν ὁμοίης ἔμμορες ἄτης·δῶκε δʼ ἀνιηρόν τοι Ἰήσονα πῆμα γενέσθαιδαίμων ἀλγινόεις. ἀλλʼ ἔρχεο, τέτλαθι δʼ ἔμπης,καὶ πινυτή περ ἐοῦσα, πολύστονον ἄλγος ἀείρειν.ὦς ἄρʼ ἔφη· τὴν δʼ αἶψα πόδες φέρον ἐγκονέουσαν.ἀσπασίως δʼ ὄχθῃσιν ἐπηέρθη ποταμοῖο,ἀντιπέρην λεύσσουσα πυρὸς σέλας, ὅ ῥά τʼ ἀέθλουπαννύχιοι ἥρωες ἐυφροσύνῃσιν ἔδαιον.ὀξείῃ δἤπειτα διὰ κνέφας ὄρθια φωνῇὁπλότατον Φρίξοιο περαιόθεν ἤπυε παίδων,Φρόντιν· ὁ δὲ ξὺν ἑοῖσι κασιγνήτοις ὄπα κούρηςαὐτῷ τʼ Αἰσονίδῃ τεκμήρατο· σῖγα δʼ ἑταῖροιθάμβεον, εὖτʼ ἐνόησαν ὃ δὴ καὶ ἐτήτυμον ἦεν.τρὶς μὲν ἀνήυσεν, τρὶς δʼ ὀτρύνοντος ὁμίλουΦρόντις ἀμοιβήδην ἀντίαχεν· οἱ δʼ ἄρα τείωςἥρωες μετὰ τήνγε θοοῖς ἐλάασκον ἐρετμοῖς.οὔπω πείσματα νηὸς ἐπʼ ἠπείροιο περαίηςβάλλον, ὁ δὲ κραιπνοὺς χέρσῳ πόδας ἧκεν Ἰήσωνὑψοῦ ἀπʼ ἰκριόφιν· μετὰ δὲ Φρόντις τε καὶ Ἄργος,