αὐτοὶ δὲ στυγερῷ κεν ὀλοίμεθα πάντες ὀλέθρῳ,μίξαντες δαῒ χεῖρας· ὅ τοι καὶ ῥίγιον ἄλγοςἔσσεται, εἴ σε θανόντες ἕλωρ κείνοισι λίποιμεν.ἥδε δὲ συνθεσίη κρανέει δόλον, ᾧ μιν ἐς ἄτηνβήσομεν. οὐδʼ ἂν ὁμῶς περιναιέται ἀντιόωσινΚόλχοις ἦρα φέροντες ὑπὲρ σέο νόσφιν ἄνακτος,ὅς τοι ἀοσσητήρ τε κασίγνητός τε τέτυκται·οὐδʼ ἂν ἐγὼ Κόλχοισιν ὑπείξω μὴ πολεμίζεινἀντιβίην, ὅτε μή με διὲξ εἰῶσι νέεσθαι.Ἴσκεν ὑποσσαίνων· ἡ δʼ οὐλοὸν ἔκφατο μῦθον·φράζεο νῦν. χρειὼ γὰρ ἀεικελίοισιν ἐπʼ ἔργοιςκαὶ τόδε μητίσασθαι, ἐπεὶ τὸ πρῶτον ἀάσθηνἀμπλακίῃ, θεόθεν δὲ κακὰς ἤνυσσα μενοινάς.τύνη μὲν κατὰ μῶλον ἀλέξεο δούρατα Κόλχων·αὐτὰρ ἐγὼ κεῖνόν γε τεὰς ἐς χεῖρας ἱκέσθαιμειλίξω· σὺ δέ μιν φαιδροῖς ἀγαπάζεο δώροις.εἴ κέν πως κήρυκας ἀπερχομένους πεπίθοιμιοἰόθεν οἶον ἐμοῖσι συναρθμῆσαι ἐπέεσσιν,ἔνθʼ εἴ τοι τόδε ἔργον ἐφανδάνει, οὔτι μεγαίρω,κτεῖνέ τε, καὶ Κόλχοισιν ἀείρεο δηιοτῆτα.ὧς τώγε ξυμβάντε μέγαν δόλον ἠρτύνοντοἈψύρτῳ, καὶ πολλὰ πόρον ξεινήια δῶρα,οἷς μέτα καὶ πέπλον δόσαν ἱερὸν Ὑψιπυλείηςπορφύρεον. τὸν μέν ῥα Διωνύσῳ κάμον αὐταὶΔίῃ ἐν ἀμφιάλῳ Χάριτες θεαί· αὐτὰρ ὁ παιδὶδῶκε Θόαντι μεταῦτις· ὁ δʼ αὖ λίπεν Ὑψιπυλείῃ·ἡ δʼ ἔπορʼ Αἰσονίδῃ πολέσιν μετὰ καὶ τὸ φέρεσθαιγλήνεσιν εὐεργὲς ξεινήιον. οὔ μιν ἀφάσσων,οὔτε κεν εἰσορόων γλυκὺν ἵμερον ἐμπλήσειας.τοῦ δὲ καὶ ἀμβροσίη ὀδμὴ πέλεν ἐξέτι κείνου,ἐξ οὗ ἄναξ αὐτὸς Νυσήιος ἐγκατέλεκτο ἐγκατελεκτοἀκροχάλιξ οἴνῳ καὶ νέκταρι, καλὰ μεμαρπὼςστήθεα παρθενικῆς Μινωίδος, ἥν ποτε ΘησεὺςΚνωσσόθεν ἑσπομένην Δίῃ ἔνι κάλλιπε νήσῳ.ἡ δʼ ὅτε κηρύκεσσιν ἐπεξυνώσατο μύθους,θελγέμεν, εὖτʼ ἂν πρῶτα θεᾶς περὶ νηὸν ἵκηταισυνθεσίῃ, νυκτός τε μέλαν κνέφας ἀμφιβάλῃσιν,ἐλθέμεν, ὄφρα δόλον συμφράσσεται, ὥς κεν ἑλοῦσαχρύσειον μέγα κῶας ὑπότροπος αὖτις ὀπίσσωβαίη ἐς Αἰήταο δόμους· πέρι γάρ μιν ἀνάγκῃ