πάτρην τε κλέα τε μεγάρων αὐτούς τε τοκῆαςνοσφισάμην, τά μοι ἦεν ὑπέρτατα· τηλόθι δʼ οἴηλυγρῇσιν κατὰ πόντον ἅμʼ ἀλκυόνεσσι φορεῦμαισῶν ἕνεκεν καμάτων, ἵνα μοι σόος ἀμφί τε βουσὶνἀμφί τε γηγενέεσσιν ἀναπλήσειας ἀέθλους.ὕστατον αὖ καὶ κῶας, ἐπεί τʼ ἐπαϊστὸν ἐτύχθη,εἷλες ἐμῇ ματίῃ· κατὰ δʼ οὐλοὸν αἶσχος ἔχευαθηλυτέραις. τῶ φημὶ τεὴ κούρη τε δάμαρ τεαὐτοκασιγνήτη τε μεθʼ Ἑλλάδα γαῖαν ἕπεσθαι.πάντῃ νυν πρόφρων ὑπερίστασο, μηδέ με μούνηνσεῖο λίπῃς ἀπάνευθεν, ἐποιχόμενος βασιλῆας.ἀλλʼ αὔτως εἴρυσο· δίκη δέ τοι ἔμπεδος ἔστωκαὶ θέμις, ἣν ἄμφω συναρέσσαμεν· ἢ σύγʼ ἔπειταφασγάνῳ αὐτίκα τόνδε μέσον διὰ λαιμὸν ἀμῆσαι,ὄφρʼ ἐπίηρα φέρωμαι ἐοικότα μαργοσύνῃσιν.σχετλίη, εἴ κεν δή με κασιγνήτοιο δικάσσῃἔμμεναι οὗτος ἄναξ, τῷ ἐπίσχετε τάσδʼ ἀλεγεινὰςἄμφω συνθεσίας. πῶς ἵξομαι ὄμματα πατρός;ἦ μάλʼ ἐυκλειής; τίνα δʼ οὐ τίσιν, ἠὲ βαρεῖανἄτην οὐ σμυγερῶς δεινῶν ὕπερ, οἷα ἔοργα,ὀτλήσω; σὺ δέ κεν θυμηδέα νόστον ἕλοιο;μὴ τόγε παμβασίλεια Διὸς τελέσειεν ἄκοιτις,ᾗ ἐπικυδιάεις. μνήσαιο δὲ δέ καί ποτʼ ἐμεῖο,στρευγόμενος καμάτοισι· δέρος δέ τοι ἶσον ὀνείροιςοἴχοιτʼ εἰς ἔρεβος μεταμώνιον. ἐκ δέ σε πάτρηςαὐτίκʼ ἐμαί σʼ ἐλάσειαν Ἐρινύες· οἷα καὶ αὐτὴσῇ πάθον ἀτροπίῃ. τὰ μὲν οὐ θέμις ἀκράανταἐν γαίῃ πεσέειν. μάλα γὰρ μέγαν ἤλιτες ὅρκον,νηλεές· ἀλλʼ οὔ θήν μοι ἐπιλλίζοντες ὀπίσσωδὴν ἔσσεσθʼ εὔκηλοι ἕκητί γε συνθεσιάων.ὧς φάτʼ ἀναζείουσα βαρὺν χόλον· ἵετο δʼ ἥγενῆα καταφλέξαι, διά τʼ ἔμπεδα πάντα κεάσσαι,ἐν δὲ πεσεῖν αὐτὴ μαλερῷ πυρί. τοῖα δʼ Ἰήσωνμειλιχίοις ἐπέεσσιν ὑποδδείσας προσέειπεν·ἴσχεο, δαιμονίη· τὰ μὲν ἁνδάνει οὐδʼ ἐμοὶ αὐτῷ.ἀλλά τινʼ ἀμβολίην διζήμεθα δηιοτῆτος,ὅσσον δυσμενέων ἀνδρῶν νέφος ἀμφιδέδηενεἵνεκα σεῦ. πάντες γάρ, ὅσοι χθόνα τήνδε νέμονται,Ἀψύρτῳ μεμάασιν ἀμυνέμεν, ὄφρα σε πατρί,οἷά τε ληισθεῖσαν, ὑπότροπον οἴκαδʼ ἄγοιντο.