οὔτʼ οὖν Γραυκένιοι, οὔθʼ οἱ περὶ Λαύριον ἤδηΣίνδοι ἐρημαῖον πεδίον μέγα ναιετάοντες.αὐτὰρ ἐπεί τʼ Ἄγγουρον ὄρος, καὶ ἄπωθεν ἐόνταἈγγούρου ὄρεος σκόπελον πάρα Καυλιακοῖο,ᾧ πέρι δὴ σχίζων Ἴστρος ῥόον ἔνθα καὶ ἔνθαβάλλει ἁλός, πεδίον τε τὸ Λαύριον ἠμείψαντο,δή ῥα τότε Κρονίην Κόλχοι ἅλαδʼ ἐκπρομολόντεςπάντῃ, μή σφε λάθοιεν, ὑπετμήξαντο κελεύθους.οἱ δʼ ὄπιθεν ποταμοῖο κατήλυθον, ἐκ δʼ ἐπέρησανδοιὰς Ἀρτέμιδος Βρυγηίδας ἀγχόθι νήσους.τῶν δʼ ἤτοι ἑτέρῃ μὲν ἐν ἱερὸν ἔσκεν ἔδεθλον·ἐν δʼ ἑτέρῃ, πληθὺν πεφυλαγμένοι Ἀψύρτοιο,βαῖνον· ἐπεὶ κείνας πολέων λίπον ἔνδοθι νήσουςαὔτως, ἁζόμενοι κούρην Διός· αἱ δὲ δὴ ἄλλαιστεινόμεναι Κόλχοισι πόρους εἴρυντο θαλάσσης.ὧς δὲ καὶ εἰς ἀκτὰς πληθὺν λίπεν ἀγχόθι νήσωνμέσφα Σαλαγγῶνος ποταμοῦ καὶ Νέστιδος αἴης.ἔνθα κε λευγαλέῃ Μινύαι τότε δηιοτῆτιπαυρότεροι πλεόνεσσιν ὑπείκαθον· ἀλλὰ πάροιθενσυνθεσίην, μέγα νεῖκος ἀλευάμενοι, ἐτάμοντο,κῶας μὲν χρύσειον, ἐπεί σφισιν αὐτὸς ὑπέστηΑἰήτης, εἰ κεῖνοι ἀναπλήσειαν ἀέθλους,ἔμπεδον εὐδικίῃ σφέας ἑξέμεν, εἴτε δόλοισιν,εἴτε καὶ ἀμφαδίην αὔτως ἀέκοντος ἀπηύρων·αὐτὰρ Μήδειάν γε—τὸ γὰρ πέλεν ἀμφήριστον—παρθέσθαι κούρῃ Λητωίδι νόσφιν ὁμίλου,εἰσόκε τις δικάσῃσι θεμιστούχων βασιλήων,εἴτε μιν εἰς πατρὸς χρειὼ δόμον αὖτις ἱκάνειν,εἴτε μεθʼ Ἑλλάδα γαῖαν ἀριστήεσσιν ἕπεσθαι.ἔνθα δʼ ἐπεὶ τὰ ἕκαστα νόῳ πεμπάσσατο κούρη,δή ῥά μιν ὀξεῖαι κραδίην ἐλέλιξαν ἀνῖαινωλεμές· αἶψα δὲ νόσφιν Ἰήσονα μοῦνον ἑταίρωνἐκπροκαλεσσαμένη ἄγεν ἄλλυδις, ὄφρʼ ἐλίασθενπολλὸν ἑκάς, στονόεντα δʼ ἐνωπαδὶς ἔκφατο μῦθον·Αἰσονίδη, τίνα τήνδε συναρτύνασθε μενοινὴνἀμφʼ ἐμοί; ἦέ σε πάγχυ λαθιφροσύναις ἐνέηκανἀγλαΐαι, τῶν δʼ οὔτι μετατρέπῃ, ὅσσʼ ἀγόρευεςχρειοῖ ἐνισχόμενος; ποῦ τοι Διὸς Ἱκεσίοιοὅρκια, ποῦ δὲ μελιχραὶ ὑποσχεσίαι βεβάασιν;ᾗς ἐγὼ οὐ κατὰ κόσμον ἀναιδήτῳ ἰότητι