ὑγρῆς τε τραφερῆς τε πέριξ ἐπινισσομένοισιν.ἔστι δέ τις ποταμός, ὕπατον κέρας Ὠκεανοῖο,εὐρύς τε προβαθής τε καὶ ὁλκάδι νηὶ περῆσαι·Ἴστρον μιν καλέοντες ἑκὰς διετεκμήραντο·ὅς δή τοι τείως μὲν ἀπείρονα τέμνετʼ ἄρουρανεἷς οἶος· πηγαὶ γὰρ ὑπὲρ πνοιῆς βορέαοῬιπαίοις ἐν ὄρεσσιν ἀπόπροθι μορμύρουσιν.ἀλλʼ ὁπόταν Θρῃκῶν Σκυθέων τʼ ἐπιβήσεται οὔρους,ἔνθα διχῆ τὸ μὲν ἔνθα μετʼ ἠῴην ἅλα βάλλειτῇδʼ ὕδωρ, τὸ δʼ ὄπισθε βαθὺν διὰ κόλπον ἵησινσχιζόμενος πόντου Τρινακρίου εἰσανέχοντα,γαίῃ ὃς ὑμετέρῃ παρακέκλιται, εἰ ἐτεὸν δὴὑμετέρης γαίης Ἀχελώιος ἐξανίησιν.ὧς ἄρʼ ἔφη· τοῖσιν δὲ θεὰ τέρας ἐγγυάλιξεναἴσιον, ᾧ καὶ πάντες ἐπευφήμησαν ἰδόντεςστέλλεσθαι τήνδʼ οἶμον. ἐπιπρὸ γὰρ ὁλκὸς ἐτύχθηοὐρανίης ἀκτῖνος, ὅπῃ καὶ ἀμεύσιμον ἦεν.γηθόσυνοι δὲ Λύκοιο κατʼ αὐτόθι παῖδα λιπόντεςλαίφεσι πεπταμένοισιν ὑπεὶρ ἅλα ναυτίλλοντο,οὔρεα Παφλαγόνων θηεύμενοι. οὐδὲ Κάραμβινγνάμψαν, ἐπεὶ πνοιαί τε καὶ οὐρανίου πυρὸς αἴγλημεῖνεν, ἕως Ἴστροιο μέγαν ῥόον εἰσαφίκοντο.Κόλχοι δʼ αὖτʼ ἄλλοι μέν, ἐτώσια μαστεύοντες,Κυανέας Πόντοιο διὲκ πέτρας ἐπέρησαν·ἄλλοι δʼ αὖ ποταμὸν μετεκίαθον, οἷσιν ἄνασσενἌψυρτος, Καλὸν δὲ διὰ στόμα πεῖρε λιασθείς.τῶ καὶ ὑπέφθη τούσγε βαλὼν ὕπερ αὐχένα γαίηςκόλπον ἔσω πόντοιο πανέσχατον Ἰονίοιο.Ἴστρῳ γάρ τις νῆσος ἐέργεται οὔνομα Πεύκη,τριγλώχιν, εὖρος μὲν ἐς αἰγιαλοὺς ἀνέχουσα,στεινὸν δʼ αὖτʼ ἀγκῶνα ποτὶ ῥόον· ἀμφὶ δὲ δοιαὶσχίζονται προχοαί. τὴν μὲν καλέουσι Νάρηκος·τὴν δʼ ὑπὸ τῇ νεάτῃ, Καλὸν στόμα. τῇ δὲ διαπρὸἌψυρτος Κόλχοι τε θοώτερον ὡρμήθησαν·οἱ δʼ ὑψοῦ νήσοιο κατʼ ἀκροτάτης ἐνέοντοτηλόθεν. εἱαμενῇσι δʼ ἐν ἄσπετα πώεα λεῖπονποιμένες ἄγραυλοι νηῶν φόβῳ, οἷά τε θῆραςὀσσόμενοι πόντου μεγακήτεος ἐξανιόντας.οὐ γάρ πω ἁλίας γε πάρος ποθὶ νῆας ἴδοντο,οὔτʼ οὖν Θρήιξιν μιγάδες Σκύθαι, οὐδὲ Σίγυννοι,