οἱ δʼ ἀνέμου λαιψηρὰ θεᾶς βουλῇσιν ἀέντοςἭρης, ὄφρʼ ὤκιστα κακὸν Πελίαο δόμοισινΑἰαίη Μήδεια Πελασγίδα γαῖαν ἵκηται,ἠοῖ ἐνὶ τριτάτῃ πρυμνήσια νηὸς ἔδησανΠαφλαγόνων ἀκτῇσι, πάροιθʼ Ἅλυος ποταμοῖο.ἡ γάρ σφʼ ἐξαποβάντας ἀρέσσασθαι θυέεσσινἠνώγει Ἑκάτην. καὶ δὴ τὰ μέν, ὅσσα θυηλὴνκούρη πορσανέουσα τιτύσκετο, μήτε τις ἴστωρεἴη, μήτʼ ἐμὲ θυμὸς ἐποτρύνειεν ἀείδειν.ἅζομαι αὐδῆσαι· τό γε μὴν ἕδος ἐξέτι κείνου,ὅ ῥα θεᾷ ἥρωες ἐπὶ ῥηγμῖσιν ἔδειμαν,ἀνδράσιν ὀψιγόνοισι μένει καὶ τῆμος ἰδέσθαι.αὐτίκα δʼ Αἰσονίδης ἐμνήσατο, σὺν δὲ καὶ ὧλλοιἥρωες, Φινῆος, ὃ δὴ πλόον ἄλλον ἔειπενἐξ Αἴης ἔσσεσθαι· ἀνώιστος δʼ ἐτέτυκτοπᾶσιν ὁμῶς. Ἄργος δὲ λιλαιομένοις ἀγόρευσεν·Νισσόμεθʼ Ὀρχομενὸν τὴν ἔχραεν ὔμμι περῆσαινημερτὴς ὅδε μάντις, ὅτῳ ξυνέβητε πάροιθεν.ἔστιν γὰρ πλόος ἄλλος, ὃν ἀθανάτων ἱερῆεςπέφραδον, οἳ Θήβης Τριτωνίδος ἐκγεγάασιν.οὔπω τείρεα πάντα, τά τʼ οὐρανῷ εἱλίσσονται,οὐδέ τί πω Δαναῶν ἱερὸν γένος ἦεν ἀκοῦσαιπευθομένοις· οἶοι δʼ ἔσαν Ἀρκάδες Ἀπιδανῆες,Ἀρκάδες, οἳ καὶ πρόσθε σεληναίης ὑδέονταιζώειν, φηγὸν ἔδοντες ἐν οὔρεσιν. οὐδὲ Πελασγὶςχθὼν τότε κυδαλίμοισιν ἀνάσσετο Δευκαλίδῃσιν,ἦμος ὅτʼ Ἠερίη πολυλήιος ἐκλήιστο,μήτηρ Αἴγυπτος προτερηγενέων αἰζηῶν,καὶ ποταμὸς Τρίτων ἠύρροος, ᾧ ὕπο πᾶσαἄρδεται Ἠερίη· Διόθεν δέ μιν οὔποτε δεύειὄμβρος· ἅλις προχοῇσι δʼ ἀνασταχύουσιν ἄρουραι.ἔνθεν δή τινά φασι πέριξ διὰ πᾶσαν ὁδεῦσαιΕὐρώπην Ἀσίην τε βίῃ καὶ κάρτεϊ λαῶνσφωιτέρων θάρσει τε πεποιθότα· μυρία δʼ ἄστηνάσσατʼ ἐποιχόμενος, τὰ μὲν ἤ ποθι ναιετάουσιν,ἠὲ καὶ οὔ· πουλὺς γὰρ ἄδην ἐπενήνοθεν αἰών.αἶά γε μὴν ἔτι νῦν μένει ἔμπεδον υἱωνοί τετῶνδʼ ἀνδρῶν, οὓς ὅσγε καθίσσατο ναιέμεν Αἶαν,οἳ δή τοι γραπτῦς πατέρων ἕθεν εἰρύονται,κύρβιας, οἷς ἔνι πᾶσαι ὁδοὶ καὶ πείρατʼ ἔασιν