ἀσπίδας ἡμίσεες, δῄων θοὸν ἔχμα βολάων,προσχόμενοι νόστῳ ἐπαμύνετε. νῦν δʼ ἐνὶ χερσὶνπαῖδας ἑοὺς πάτρην τε φίλην, γεραρούς τε τοκῆαςἴσχομεν· ἡμετέρῃ δʼ ἐπερείδεται Ἑλλὰς ἐφορμῇ,ἠὲ κατηφείην, ἢ καὶ μέγα κῦδος ἀρέσθαι.ὧς φάτο, δῦνε δὲ τεύχεʼ ἀρήια· τοὶ δʼ ἰάχησανθεσπέσιον μεμαῶτες. ὁ δὲ ξίφος ἐκ κολεοῖοσπασσάμενος πρυμναῖα νεὼς ἀπὸ πείσματʼ ἔκοψεν.ἄγχι δὲ παρθενικῆς κεκορυθμένος ἰθυντῆριἈγκαίῳ παρέβασκεν· ἐπείγετο δʼ εἰρεσίῃ νηῦςσπερχομένων ἄμοτον ποταμοῦ ἄφαρ ἐκτὸς ἐλάσσαι.ἤδη δʼ Αἰήτῃ ὑπερήνορι πᾶσί τε ΚόλχοιςΜηδείης περίπυστος ἔρως καὶ ἔργʼ ἐτέτυκτο.ἐς δʼ ἀγορὴν ἀγέροντʼ ἐνὶ τεύχεσιν· ὅσσα δὲ δέ πόντουκύματα χειμερίοιο κορύσσεται ἐξ ἀνέμοιο,ἢ ὅσα φύλλα χαμᾶζε περικλαδέος πέσεν ὕληςφυλλοχόῳ ἐνὶ μηνί—τίς ἂν τάδε τεκμήραιτο;ὧς οἱ ἀπειρέσιοι ποταμοῦ παρεμέτρεον ὄχθας,κλαγγῇ μαιμώοντες· ὁ δʼ εὐτύκτῳ ἐνὶ δίφρῳΑἰήτης ἵπποισι μετέπρεπεν, οὕς οἱ ὄπασσενἠέλιος πνοιῇσιν ἐειδομένους ἀνέμοιο,σκαιῇ μέν ῥʼ ἐνὶ χειρὶ σάκος δινωτὸν ἀείρων,τῇ δʼ ἑτέρῃ πεύκην περιμήκεα· πὰρ δέ οἱ ἔγχοςἀντικρὺ τετάνυστο πελώριον. ἡνία δʼ ἵππωνγέντο χεροῖν Ἄψυρτος. υπεκπρὸ δὲ πόντον ἔταμνεννηῦς ἤδη κρατεροῖσιν ἐπειγομένη ἐρέτῃσιν,καὶ μεγάλου ποταμοῖο καταβλώσκοντι ῥεέθρῳ.αὐτὰρ ἄναξ ἄτῃ πολυπήμονι χεῖρας ἀείραςἠέλιον καὶ Ζῆνα κακῶν ἐπιμάρτυρας ἔργωνκέκλετο· δεινὰ δὲ παντὶ παρασχεδὸν ἤπυε λαῷεἰ μή οἱ κούρην αὐτάγρετον, ἢ ἀνὰ γαῖαν,ἢ πλωτῆς εὑρόντες ἔτʼ εἰν ἁλὸς οἴδματι νῆα,ἄξουσιν, καὶ θυμὸν ἐνιπλήσει μενεαίνωντίσασθαι τάδε πάντα, δαήσονται κεφαλῇσινπάντα χόλον καὶ πᾶσαν ἑὴν ὑποδέγμενοι ἄτην.ὧς ἔφατʼ Αἰήτης· αὐτῷ δʼ ἐνὶ ἤματι Κόλχοινῆάς τʼ εἰρύσσαντο, καὶ ἄρμενα νηυσὶ βάλοντο,αὐτῷ δʼ ἤματι πόντον ἀνήιον· οὐδέ κε φαίηςτόσσον νηίτην στόλον ἔμμεναι, ἀλλʼ οἰωνῶνἰλαδὸν ἄσπετον ἔθνος ἐπιβρομέειν πελάγεσσιν.