καλλίστην ἐπὶ νῆσον, ἀμείψατο δʼ οὔνομα Θήρηςἐξ ἕθεν. ἀλλὰ τὰ μὲν μετόπιν γένετʼ Εὐφήμοιο.κεῖθεν δʼ ἀπτερέως διὰ μυρίον οἶδμα λιπόντεςΑἰγίνης ἀκτῇσιν ἐπέσχεθον· αἶψα δὲ τοίγεὑδρείης πέρι δῆριν ἀμεμφέα δηρίσαντο,ὅς κεν ἀφυσσάμενος φθαίη μετὰ νῆάδʼ ἱκέσθαι.ἄμφω γὰρ χρειώ τε καὶ ἄσπετος οὖρος ἔπειγεν.ἔνθʼ ἔτι νῦν πλήθοντας ἐπωμαδὸν ἀμφιφορῆαςἀνθέμενοι κούφοισιν ἄφαρ κατʼ ἀγῶνα πόδεσσινκοῦροι Μυρμιδόνων νίκης πέρι δηριόωνται.Ἵλατʼ ἀριστήων μακάρων γένος· αἵδε δʼ ἀοιδαὶεἰς ἔτος ἐξ ἔτεος γλυκερώτεραι εἶεν ἀείδεινἀνθρώποις. ἤδη γὰρ ἐπὶ κλυτὰ πείραθʼ ἱκάνωὑμετέρων καμάτων· ἐπεὶ οὔ νύ τις ὔμμιν ἄεθλοςαὖτις ἀπʼ Αἰγίνηθεν ἀνερχομένοισιν ἐτύχθη,οὔτʼ ἀνέμων ἐριῶλαι ἐνέσταθεν· ἀλλὰ ἕκηλοιγαῖαν Κεκροπίην παρά τʼ Αὐλίδα μετρήσαντεςΕὐβοίης ἔντοσθεν Ὀπούντιά τʼ ἄστεα Λοκρῶνἀσπασίως ἀκτὰς Παγασηίδας εἰσαπέβητε.