ἴσχειν ἐν στήθεσσι γέλω σθένον, οἷα θαμειὰςαἰὲν ἐν Ἀλκινόοιο βοοκτασίας ὁρόωσαι.τὰς δʼ αἰσχροῖς ἥρωες ἐπεστοβέεσκον ἔπεσσινχλεύῃ γηθόσυνοι· γλυκερὴ δʼ ἀνεδαίετο τοῖσινκερτομίη καὶ νεῖκος ἐπεσβόλον. ἐκ δέ νυ κείνηςμολπῆς ἡρώων νήσῳ ἔνι τοῖα γυναῖκεςἀνδράσι δηριόωνται, ὅτʼ Ἀπόλλωνα θυηλαῖςΑἰγλήτην Ἀνάφης τιμήορον ἱλάσκωνται.ἀλλʼ ὅτε δὴ κἀκεῖθεν ὑπεύδια πείσματʼ ἔλυσαν,μνήσατʼ ἔπειτʼ Εὔφημος ὀνείρατος ἐννυχίοιο,ἁζόμενος Μαίης υἷα κλυτόν. εἴσατο γάρ οἱδαιμονίη βῶλαξ ἐπιμάστιος ᾧ ἐν ἀγοστῷἄρδεσθαι λευκῇσιν ὑπαὶ λιβάδεσσι γάλακτος,ἐκ δὲ γυνὴ βώλοιο πέλειν ὀλίγης περ ἐούσηςπαρθενικῇ ἰκέλη· μίχθη δέ οἱ ἐν φιλότητιἄσχετον ἱμερθείς· ὀλοφύρετο δʼ ἠύτε κούρηνζευξάμενος, τήν τʼ αὐτὸς ἑῷ ἀτίταλλε γάλακτι·ἡ δέ ἑ μειλιχίοισι παρηγορέεσκʼ ἐπέεσσιν·Τρίτωνος γένος εἰμί, τεῶν τροφός, ὦ φίλε, παίδων,οὐ κούρη· Τρίτων γὰρ ἐμοὶ Λιβύη τε τοκῆες.ἀλλά με Νηρῆος παρακάτθεο παρθενικῇσινἂμ πέλαγος ναίειν Ἀνάφης σχεδόν· εἶμι δʼ ἐς αὐγὰςἠελίου μετόπισθε, τεοῖς νεπόδεσσιν ἑτοίμη.τῷ δʼ ἄρʼ ἐπὶ μνῆστιν κραδίη βάλεν, ἔκ τʼ ὀνόμηνενΑἰσονίδῃ· ὁ δʼ ἔπειτα θεοπροπίας Ἑκάτοιοθυμῷ πεμπάζων ἀνενείκατο φώνησέν τε·ὦ πέπον, ἦ μέγα δή σε καὶ ἀγλαὸν ἔμμορε κῦδος.βώλακα γὰρ τεύξουσι θεοὶ πόντονδε βαλόντινῆσον, ἵνʼ ὁπλότεροι παίδων σέθεν ἐννάσσονταιπαῖδες· ἐπεὶ Τρίτων ξεινήιον ἐγγυάλιξεντήνδε τοι ἠπείροιο Λιβυστίδος. οὔ νύ τις ἄλλοςἀθανάτων, ἢ κεῖνος, ὅ μιν πόρεν ἀντιβολήσας.ὧς ἔφατʼ· οὐδʼ ἁλίωσεν ὑπόκρισιν ΑἰσονίδαοΕὔφημος· βῶλον δέ, θεοπροπίῃσιν ἰανθείς,ἧκεν ὑποβρυχίην. τῆς δʼ ἔκτοθι νῆσος ἀέρθηκαλλίστη, παίδων ἱερὴ τροφὸς Εὐφήμοιο,οἳ πρὶν μέν ποτε δὴ Σιντηίδα Λῆμνον ἔναιον,Λήμνου τʼ ἐξελαθέντες ὑπʼ ἀνδράσι ΤυρσηνοῖσινΣπάρτην εἰσαφίκανον ἐφέστιοι· ἐκ δὲ λιπόνταςΣπάρτην Αὐτεσίωνος ἐὺς πάις ἤγαγε Θήρας