τήν τε θοοῖς πελέκεσσιν ἔθʼ ἡμιπλῆγα λιπόντεςὑλοτόμοι δρυμοῖο κατήλυθον· ἡ δʼ ὑπὸ νυκτὶῥιπῇσιν μὲν πρῶτα τινάσσεται, ὕστερον αὖτεπρυμνόθεν ἐξαγεῖσα κατήριπεν· ὧς ὅγε ποσσὶνἀκαμάτοις τείως μὲν ἐπισταδὸν ᾐωρεῖτο,ὕστερον αὖτʼ ἀμενηνὸς ἀπείρονι κάππεσε δούπῳ.κεῖνο μὲν οὖν Κρήτῃ ἐνὶ δὴ κνέφας ηὐλίζοντοἥρωες· μετὰ δʼ οἵγε νέον φαέθουσαν ἐς ἠῶἱρὸν Ἀθηναίης Μινωίδος ἱδρύσαντο,ὕδωρ τʼ εἰσαφύσαντο καὶ εἰσέβαν, ὥς κεν ἐρετμοῖςπαμπρώτιστα βάλοιεν ὑπὲρ Σαλμωνίδος ἄκρης.Αὐτίκα δὲ Κρηταῖον ὑπὲρ μέγα λαῖτμα θέονταςνὺξ ἐφόβει, τήνπερ τε κατουλάδα κικλήσκουσιν·νύκτʼ ὀλοὴν οὐκ ἄστρα διίσχανεν, οὐκ ἀμαρυγαὶμήνης· οὐρανόθεν δὲ μέλαν χάος, ἠέ τις ἄλληὠρώρει σκοτίη μυχάτων ἀνιοῦσα βερέθρων.αὐτοὶ δʼ, εἴτʼ Ἀίδῃ, εἴθʼ ὕδασιν ἐμφορέοντο,ἠείδειν οὐδʼ ὅσσον· ἐπέτρεψαν δὲ θαλάσσῃνόστον, ἀμηχανέοντες, ὅπῃ φέροι. αὐτὰρ Ἰήσωνχεῖρας ἀνασχόμενος μεγάλῃ ὀπὶ Φοῖβον ἀύτει,ῥύσασθαι καλέων· κατὰ δʼ ἔρρεεν ἀσχαλόωντιδάκρυα· πολλὰ δὲ Πυθοῖ ὑπέσχετο, πολλὰ δʼ Ἀμύκλαις,πολλὰ δʼ ἐς Ὀρτυγίην ἀπερείσια δῶρα κομίσσειν.Λητοΐδη, τύνη δὲ κατʼ οὐρανοῦ ἵκεο πέτραςῥίμφα Μελαντίους ἀριήκοος, αἵ τʼ ἐνὶ πόντῳἧνται· δοιάων δὲ μιῆς ἐφύπερθεν ὀρούσας,δεξιτερῇ χρύσειον ἀνέσχεθες ὑψόθι τόξον·μαρμαρέην δʼ ἀπέλαμψε βιὸς περὶ πάντοθεν αἴγλην.τοῖσι δέ τις Σποράδων βαιὴ ἀπὸ τόφρʼ ἐφαάνθηνῆσος ἰδεῖν, ὀλίγης Ἱππουρίδος ἀντία νήσου,ἔνθʼ εὐνὰς ἐβάλοντο καὶ ἔσχεθον· αὐτίκα δʼ Ἠὼςφέγγεν ἀνερχομένη· τοὶ δʼ ἀγλαὸν Ἀπόλλωνιἄλσει ἐνὶ σκιερῷ τέμενος σκιόεντά τε βωμὸνποίεον, Αἰγλήτην μὲν ἐυσκόπου εἵνεκεν αἴγληςΦοῖβον κεκλόμενοι· Ἀνάφην δέ τε λισσάδα νῆσονἴσκον, ὃ δὴ Φοῖβός μιν ἀτυζομένοις ἀνέφηνεν.ῥέζον δʼ ὅσσα περ ἄνδρες ἐρημαίῃ ἐνὶ ῥέζεινἀκτῇ ἐφοπλίσσειαν· ὃ δή σφεας ὁππότε δαλοῖςὕδωρ αἰθομένοισιν ἐπιλλείβοντας ἴδοντοΜηδείης δμωαὶ Φαιηκίδες, οὐκέτʼ ἔπειτα