Εὐρώπῃ Κρονίδης νήσου πόρεν ἔμμεναι οὖρον,τρὶς περὶ χαλκείοις Κρήτην ποσὶ δινεύοντα.ἀλλʼ ἤτοι τὸ μὲν ἄλλο δέμας καὶ γυῖα τέτυκτοχάλκεος ἠδʼ ἄρρηκτος· ὑπαὶ δέ οἱ ἔσκε τένοντοςσύριγξ αἱματόεσσα κατὰ σφυρόν· αὐτὰρ ὅ τʼ ἦγχελεπτὸς ὑμὴν ζωῆς ἔχε πείρατα καὶ θανάτοιο.οἱ δέ, δύῃ μάλα περ δεδμημένοι, αἶψʼ ἀπὸ χέρσουνῆα περιδδείσαντες ἀνακρούεσκον ἐρετμοῖς.καί νύ κʼ ἐπισμυγερῶς Κρήτης ἑκὰς ἠέρθησαν,ἀμφότερον δίψῃ τε καὶ ἄλγεσι μοχθίζοντες,εἰ μή σφιν Μήδεια λιαζομένοις ἀγόρευσεν·κέκλυτέ μευ. μούνη γὰρ ὀίομαι ὔμμι δαμάσσεινἄνδρα τόν, ὅστις ὅδʼ ἐστί, καὶ εἰ παγχάλκεον ἴσχειὃν δέμας, ὁππότε μή οἱ ἐπʼ ἀκάματος πέλοι αἰών.ἀλλʼ ἔχετʼ αὐτοῦ νῆα θελήμονες ἐκτὸς ἐρωῆςπετράων, εἵως κεν ἐμοὶ εἴξειε δαμῆναι.ὧς ἄρʼ ἔφη· καὶ τοὶ μὲν ὑπὲκ βελέων ἐρύσαντονῆʼ ἐπʼ ἐρετμοῖσιν, δεδοκημένοι ἥντινα ῥέξειμῆτιν ἀνωίστως· ἡ δὲ πτύχα πορφυρέοιοπροσχομένη πέπλοιο παρειάων ἑκάτερθενβήσατʼ ἐπʼ ἰκριόφιν· χειρὸς δέ ἑ χειρὶ μεμαρπὼςΑἰσονίδης ἐκόμιζε διὰ κληῖδας ἰοῦσαν.ἔνθα δʼ ἀοιδῇσιν μειλίσσετο, μέλπε δὲ Κῆραςθυμοβόρους, Ἀίδαο θοὰς κύνας, αἳ περὶ πᾶσανἠέρα δινεύουσαι ἐπὶ ζωοῖσιν ἄγονται.τὰς γουναζομένη τρὶς μὲν παρεκέκλετʼ ἀοιδαῖς,τρὶς δὲ λιταῖς· θεμένη δὲ κακὸν νόον, ἐχθοδοποῖσινὄμμασι χαλκείοιο Τάλω ἐμέγηρεν ὀπωπάς·λευγαλέον δʼ ἐπί οἱ πρῖεν χόλον, ἐκ δʼ ἀίδηλαδείκηλα προΐαλλεν, ἐπιζάφελον κοτέουσα.Ζεῦ πάτερ, ἦ μέγα δή μοι ἐνὶ φρεσὶ θάμβος ἄηται,εἰ δὴ μὴ νούσοισι τυπῇσί τε μοῦνον ὄλεθροςἀντιάει, καὶ δή τις ἀπόπροθεν ἄμμε χαλέπτει.ὧς ὅγε χάλκειός περ ἐὼν ὑπόειξε δαμῆναιΜηδείης βρίμῃ πολυφαρμάκου. ἂν δὲ βαρείαςὀχλίζων λάιγγας, ἐρυκέμεν ὅρμον ἱκέσθαι.πετραίῳ στόνυχι χρίμψε σφυρόν· ἐκ δέ οἱ ἰχὼρτηκομένῳ ἴκελος μολίβῳ ῥέεν· οὐδʼ ἔτι δηρὸνεἱστήκει προβλῆτος ἐπεμβεβαὼς σκοπέλοιο.ἀλλʼ ὥς τίς τʼ ἐν ὄρεσσι πελωρίη ὑψόθι πεύκη,