κύκλα πολυπρέμνοιο διὲξ ὕλης τετάνυστο.ἔνθα δʼ ὁ μὲν χρύσειον ἀπὸ δρυὸς αἴνυτο κῶας,κούρης κεκλομένης· ἡ δʼ ἔμπεδον ἑστηυῖαφαρμάκῳ ἔψηχεν θηρὸς κάρη, εἰσόκε δή μιναὐτὸς ἑὴν ἐπὶ νῆα παλιντροπάασθαι Ἰήσωνἤνωγεν, λεῖπεν δὲ πολύσκιον ἄλσος Ἄρηος.ὡς δὲ σεληναίην διχομήνιδα παρθένος αἴγληνὑψόθεν ἐξανέχουσαν ὑπωροφίου θαλάμοιολεπταλέῳ ἑανῷ ὑποΐσχεται· ἐν δέ οἱ ἦτορχαίρει δερκομένης καλὸν σέλας· ὧς τότʼ Ἰήσωνγηθόσυνος μέγα κῶας ἑαῖς ἐναείρατο χερσίν·καί οἱ ἐπὶ ξανθῇσι παρηίσιν ἠδὲ μετώπῳμαρμαρυγῇ ληνέων φλογὶ εἴκελον ἷζεν ἔρευθος.ὅσση δὲ ῥινὸς βοὸς ἤνιος ἢ ἐλάφοιογίγνεται, ἥν τʼ ἀγρῶσται ἀχαιινέην καλέουσιν,τόσσον ἔην πάντῃ χρύσεον ἐφύπερθεν ἄωτον.βεβρίθει λήνεσσιν ἐπηρεφές· ἤλιθα δὲ χθὼναἰὲν ὑποπρὸ ποδῶν ἀμαρύσσετο νισσομένοιο.ἤιε δʼ ἄλλοτε μὲν λαιῷ ἐπιειμένος ὤμῳαὐχένος ἐξ ὑπάτοιο ποδηνεκές, ἄλλοτε δʼ αὖτεεἴλει ἀφασσόμενος· περὶ γὰρ δίεν, ὄφρα ἓ μή τιςἀνδρῶν ἠὲ θεῶν νοσφίσσεται ἀντιβολήσας.Ἠὼς μέν ῥʼ ἐπὶ γαῖαν ἐκίδνατο, τοὶ δʼ ἐς ὅμιλονἷξον· θάμβησαν δὲ νέοι μέγα κῶας ἰδόντεςλαμπόμενον στεροπῇ ἴκελον Διός. ὦρτο δʼ ἕκαστοςψαῦσαι ἐελδόμενος δέχθαι τʼ ἐνὶ χερσὶν ἑῇσιν.Αἰσονίδης δʼ ἄλλους μὲν ἐρήτυε, τῷ δʼ ἐπὶ φᾶροςκάββαλε νηγάτεον· πρύμνῃ δʼ ἐνεείσατο κούρηνἀνθέμενος, καὶ τοῖον ἔπος μετὰ πᾶσιν ἔειπεν·μηκέτι νῦν χάζεσθε, φίλοι, πάτρηνδε νέεσθαι.ἤδη γὰρ χρειώ, τῆς εἵνεκα τήνδʼ ἀλεγεινὴνναυτιλίην ἔτλημεν ὀιζύι μοχθίζοντες,εὐπαλέως κούρης ὑπὸ δήνεσι κεκράανται.τὴν μὲν ἐγὼν ἐθέλουσαν ἀνάξομαι οἴκαδʼ ἄκοιτινκουριδίην· ἀτὰρ ὔμμες Ἀχαιίδος οἷά τε πάσηςαὐτῶν θʼ ὑμείων ἐσθλὴν ἐπαρωγὸν ἐοῦσανσώετε. δὴ γάρ που, μάλʼ ὀίομαι, εἶσιν ἐρύξωνΑἰήτης ὁμάδῳ πόντονδʼ ἴμεν ἐκ ποταμοῖο.ἀλλʼ οἱ μὲν διὰ νηός, ἀμοιβαδὶς ἀνέρος ἀνὴρἑζόμενος, πηδοῖσιν ἐρέσσετε· τοὶ δὲ βοείας