τοῖος ἐών, οἷός περ ἐτήτυμος ἦεν ἰδέσθαι.ὡς δʼ ὅτʼ ἀνὴρ θοὸν ἵππον ἐς εὐρέα κύκλον ἀγῶνοςστέλλῃ, ὀρεξάμενος λασίης εὐπειθέα χαίτης,εἶθαρ ἐπιτροχάων, ὁ δʼ ἐπʼ αὐχένι γαῦρος ἀερθεὶςἕσπεται, ἀργινόεντα δʼ ἐνὶ στομάτεσσι χαλινὰἀμφὶς ὀδακτάζοντι παραβλήδην κροτέονται·ὧς ὅγʼ ἐπισχόμενος γλαφυρῆς ὁλκήιον Ἀργοῦςἦγʼ ἅλαδε προτέρωσε. δέμας δέ οἱ ἐξ ὑπάτοιοκράατος, ἀμφί τε νῶτα καὶ ἰξύας ἔστʼ ἐπὶ νηδὺνἀντικρὺ μακάρεσσι φυὴν ἔκπαγλον ἔικτο·αὐτὰρ ὑπαὶ λαγόνων δίκραιρά οἱ ἔνθα καὶ ἔνθακήτεος ὁλκαίη μηκύνετο· κόπτε δʼ ἀκάνθαιςἄκρον ὕδωρ, αἵ τε σκολιοῖς ἐπινειόθι κέντροιςμήνης ὡς κεράεσσιν ἐειδόμεναι διχόωντο.τόφρα δʼ ἄγεν, τείως μιν ἐπιπροέηκε θαλάσσῃνισσομένην· δῦ δʼ αἶψα μέγαν βυθόν· οἱ δʼ ὁμάδησανἥρωες, τέρας αἰνὸν ἐν ὀφθαλμοῖσιν ἰδόντες.ἔνθα μὲν Ἀργῷός τε λιμὴν καὶ σήματα νηὸςἠδὲ Ποσειδάωνος ἰδὲ Τρίτωνος ἔασινβωμοί· ἐπεὶ κεῖνʼ ἦμαρ ἐπέσχεθον. αὐτὰρ ἐς ἠῶλαίφεσι πεπταμένοις αὐτὴν ἐπὶ δεξίʼ ἔχοντεςγαῖαν ἐρημαίην, πνοιῇ ζεφύροιο θέεσκον.ἦρι δʼ ἔπειτʼ ἀγκῶνά θʼ ὁμοῦ μυχάτην τε θάλασσανκεκλιμένην ἀγκῶνος ὕπερ προύχοντος ἴδοντο.αὐτίκα δὲ ζέφυρος μὲν ἐλώφεεν, ἤλυθε δʼ αὔρηἀργέσταο νότου· κεχάροντο δὲ θυμὸν ἰωῇ.ἦμος δʼ ἠέλιος μὲν ἔδυ, ἀνὰ δʼ ἤλυθεν ἀστὴραὔλιος, ὅς τʼ ἀνέπαυσεν ὀιζυροὺς ἀροτῆρας,δὴ τότʼ ἔπειτʼ ἀνέμοιο κελαινῇ νυκτὶ λιπόντοςἱστία λυσάμενοι περιμήκεά τε κλίναντεςἱστόν, ἐυξέστῃσιν ἐπερρώοντʼ ἐλάτῃσινπαννύχιοι καὶ ἐπʼ ἦμαρ, ἐπʼ ἤματι δʼ αὖτις ἰοῦσαννύχθʼ ἑτέρην. ὑπέδεκτο δʼ ἀπόπροθι παιπαλόεσσαΚάρπαθος· ἔνθεν δʼ οἵγε περαιώσεσθαι ἔμελλονΚρήτην, ἥ τʼ ἄλλων ὑπερέπλετο εἰν ἁλὶ νήσων.τοὺς δὲ Τάλως χάλκειος, ἀπὸ στιβαροῦ σκοπέλοιοῥηγνύμενος πέτρας, εἶργε χθονὶ πείσματʼ ἀνάψαι,Δικταίην ὅρμοιο κατερχομένους ἐπιωγήν·τὸν μὲν χαλκείης μελιηγενέων ἀνθρώπωνῥίζης λοιπὸν ἐόντα μετʼ ἀνδράσιν ἡμιθέοισιν