Εὔφημος, καὶ τοῖα παραβλήδην προσέειπεν·Ἀπίδα καὶ πέλαγος Μινώιον εἴ νύ που, ἥρως,ἐξεδάης, νημερτὲς ἀνειρομένοισιν ἔνισπε.δεῦρο γὰρ οὐκ ἐθέλοντες ἱκάνομεν, ἀλλὰ βαρείαιςχρίμψαντες γαίης ἐπὶ πείρασι τῆσδε θυέλλαιςνῆα μεταχρονίην ἐκομίσσαμεν ἐς τόδε λίμνηςχεῦμα διʼ ἠπείρου βεβαρημένοι· οὐδέ τι ἴδμεν,πῇ πλόος ἐξανέχει Πελοπηίδα γαῖαν ἱκέσθαι.ὧς ἄρʼ ἔφη· ὁ δὲ χεῖρα τανύσσατο, δεῖξε δʼ ἄπωθενφωνήσας πόντον τε καὶ ἀγχιβαθὲς στόμα λίμνης·κείνη μὲν πόντοιο διήλυσις, ἔνθα μάλισταβένθος ἀκίνητον μελανεῖ· ἑκάτερθε δὲ λευκαὶῥηγμῖνες φρίσσουσι διαυγέες· ἡ δὲ μεσηγὺῥηγμίνων στεινὴ τελέθει ὁδὸς ἐκτὸς ἐλάσσαι.κεῖνο δʼ ὑπηέριον θείην Πελοπηίδα γαῖανεἰσανέχει πέλαγος Κρήτης ὕπερ· ἀλλʼ ἐπὶ χειρὸςδεξιτερῆς, λίμνηθεν ὅτʼ εἰς ἁλὸς οἶδμα βάλητε,τόφρʼ αὐτὴν παρὰ χέρσον ἐεργμένοι ἰθύνεσθε,ἔστʼ ἂν ἄνω τείνῃσι· περιρρήδην δʼ ἑτέρωσεκλινομένης χέρσοιο, τότε πλόος ὔμμιν ἀπήμωνἀγκῶνος τέτατʼ ἰθὺς ἀπὸ προύχοντος ἰοῦσιν.ἀλλʼ ἴτε γηθόσυνοι, καμάτοιο δὲ μήτις ἀνίηγιγνέσθω, νεότητι κεκασμένα γυῖα μογῆσαι.Ἴσκεν ἐυφρονέων· οἱ δʼ αἶψʼ ἐπὶ νηὸς ἔβησανλίμνης ἐκπρομολεῖν λελιημένοι εἰρεσίῃσιν.καὶ δὴ ἐπιπρονέοντο μεμαότες· αὐτὰρ ὁ τείωςΤρίτων ἀνθέμενος τρίποδα μέγαν, εἴσατο λίμνηνεἰσβαίνειν· μετὰ δʼ οὔτις ἐσέδρακεν, οἷον ἄφαντοςαὐτῷ σὺν τρίποδι σχεδὸν ἔπλετο. τοῖσι δʼ ἰάνθηθυμός, ὃ δὴ μακάρων τις ἐναίσιμος ἀντεβόλησεν.καί ῥά οἱ Αἰσονίδην μήλων ὅ τι φέρτατον ἄλλωνἤνωγον ῥέξαι καὶ ἐπευφημῆσαι ἑλόντα.αἶψα δʼ ὅγʼ ἐσσυμένως ἐκρίνατο, καί μιν ἀείραςσφάξε κατὰ πρύμνης, ἐπὶ δʼ ἔννεπεν εὐχωλῇσιν·δαῖμον, ὅτις λίμνης ἐπὶ πείρασι τῆσδʼ ἐφαάνθης,εἴτε σέγε Τρίτωνʼ, ἅλιον τέρας, εἴτε σε Φόρκυν,ἢ Νηρῆα θύγατρες ἐπικλείουσʼ ἁλοσύδναι,ἵλαθι, καὶ νόστοιο τέλος θυμηδὲς ὄπαζε.ἦ ῥʼ, ἅμα δʼ εὐχωλῇσιν ἐς ὕδατα λαιμοτομήσαςἧκε κατὰ πρύμνης· ὁ δὲ βένθεος ἐξεφαάνθη