θαρσαλέως, ἕνεκʼ οὔ μιν ὑπέρβιον ἄλγος ἔτειρεν.σχέτλιος· ἦ τέ οἱ ἤδη ὑπὸ χροῒ δύετο κῶμαλυσιμελές, πολλὴ δὲ κατʼ ὀφθαλμῶν χέετʼ ἀχλύς.αὐτίκα δὲ κλίνας δαπέδῳ βεβαρηότα γυῖαψύχετʼ ἀμηχανίῃ· ἕταροι δέ μιν ἀμφαγέροντοἥρως τʼ Αἰσονίδης, ἀδινῇ περιθαμβέες ἄτῃ.οὐδὲ μὲν οὐδʼ ἐπὶ τυτθὸν ἀποφθίμενός περ ἔμελλενκεῖσθαι ὑπʼ ἠελίῳ. πύθεσκε γὰρ ἔνδοθι σάρκαςἰὸς ἄφαρ, μυδόωσα δʼ ἀπὸ χροὸς ἔρρεε λάχνη.αἶψα δὲ χαλκείῃσι βαθὺν τάφον ἐξελάχαινονἐσσυμένως μακέλῃσιν· ἐμοιρήσαντο δὲ χαίταςαὐτοὶ ὁμῶς κοῦραί τε, νέκυν ἐλεεινὰ παθόνταμυρόμενοι· τρὶς δʼ ἀμφὶ σὺν ἔντεσι δινηθέντεςεὖ κτερέων ἴσχοντα, χυτὴν ἐπὶ γαῖαν ἔθεντο.ἀλλʼ ὅτε δή ῥʼ ἐπὶ νηὸς ἔβαν, πρήσοντος ἀήτεωἂμ πέλαγος νοτίοιο, πόρους τʼ ἀπετεκμήραντολίμνης ἐκπρομολεῖν Τριτωνίδος, οὔτινα μῆτινδὴν ἔχον, ἀφραδέως δὲ πανημέριοι φορέοντο.ὡς δὲ δράκων σκολιὴν εἱλιγμένος ἔρχεται οἶμον,εὖτέ μιν ὀξύτατον θάλπει σέλας ἠελίοιο·ῥοίζῳ δʼ ἔνθα καὶ ἔνθα κάρη στρέφει, ἐν δέ οἱ ὄσσεσπινθαρύγεσσι πυρὸς ἐναλίγκια μαιμώοντιλάμπεται, ὄφρα μυχόνδε διὰ ῥωχμοῖο δύηται·ὧς Ἀργὼ λίμνης στόμα ναύπορον ἐξερέουσαἀμφεπόλει δηναιὸν ἐπὶ χρόνον. αὐτίκα δʼ Ὀρφεὺςκέκλετʼ Ἀπόλλωνος τρίποδα μέγαν ἔκτοθι νηὸςδαίμοσιν ἐγγενέταις νόστῳ ἔπι μείλια θέσθαι.καὶ τοὶ μὲν Φοίβου κτέρας ἵδρυον ἐν χθονὶ βάντες·τοῖσιν δʼ αἰζηῷ ἐναλίγκιος ἀντεβόλησενΤρίτων εὐρυβίης, γαίης δʼ ἀνὰ βῶλον ἀείραςξείνιʼ ἀριστήεσσι προΐσχετο, φώνησέν τε·Δέχθε, φίλοι· ἐπεὶ οὐ περιώσιον ἐγγυαλίξαιἐνθάδε νῦν πάρʼ ἐμοὶ ξεινήιον ἀντομένοισιν.εἰ δέ τι τῆσδε πόρους μαίεσθʼ ἁλός, οἷά τε πολλὰἄνθρωποι χατέουσιν ἐπʼ ἀλλοδαπῇ περόωντες,ἐξερέω. δὴ γάρ με πατὴρ ἐπιίστορα πόντουθῆκε Ποσειδάων τοῦδʼ ἔμμεναι. αὐτὰρ ἀνάσσωπαρραλίης, εἰ δή τινʼ ἀκούετε νόσφιν ἐόντεςΕὐρύπυλον Λιβύῃ θηροτρόφῳ ἐγγεγαῶτα.ὧς ηὔδα· πρόφρων δʼ ὑπερέσχεθε βώλακι χεῖρας