ἤλυθον, Εὔφημός τε πόδας ταχὺς υἷέ τε δοιὼΘρηικίου Βορέω, μεταμώνια μοχθήσαντε.Κάνθε, σὲ δʼ οὐλόμεναι Λιβύῃ ἔνι Κῆρες ἕλοντο.πώεσι φερβομένοισι συνήντεες· εἵπετο δʼ ἀνὴραὐλίτης, ὅ σʼ ἑῶν μήλων πέρι, τόφρʼ ἑτάροισινδευομένοις κομίσειας, ἀλεξόμενος κατέπεφνενλᾶι βαλών· ἐπεὶ οὐ μὲν ἀφαυρότερός γʼ ἐτέτυκτο,υἱωνὸς Φοίβοιο Λυκωρείοιο Κάφαυροςκούρης τʼ αἰδοίης Ἀκακαλλίδος, ἥν ποτε Μίνωςἐς Λιβύην ἀπένασσε θεοῦ βαρὺ κῦμα φέρουσαν,θυγατέρα σφετέρην· ἡ δʼ ἀγλαὸν υἱέα Φοίβῳτίκτεν, ὃν Ἀμφίθεμιν Γαράμαντά τε κικλήσκουσιν.Ἀμφίθεμις δʼ ἄρʼ ἔπειτα μίγη Τριτωνίδι νύμφῃ·ἡ δʼ ἄρα οἱ Νασάμωνα τέκεν κρατερόν τε Κάφαυρον,ὃς τότε Κάνθον ἔπεφνεν ἐπὶ ῥήνεσσιν ἑοῖσιν.οὐδʼ ὅγʼ ἀριστήων χαλεπὰς ἠλεύατο χεῖρας,ὡς μάθον οἷον ἔρεξε. νέκυν δʼ ἀνάειραν ὀπίσσωπευθόμενοι Μινύαι, γαίῃ δʼ ἐνὶ ταρχύσαντομυρόμενοι· τὰ δὲ μῆλα μετὰ σφέας οἵγʼ ἐκόμισσαν.ἔνθα καὶ Ἀμπυκίδην αὐτῷ ἐνὶ ἤματι Μόψοννηλειὴς ἕλε πότμος· ἀδευκέα δʼ οὐ φύγεν αἶσανμαντοσύναις· οὐ γάρ τις ἀποτροπίη θανάτοιο.κεῖτο δʼ ἐπὶ ψαμάθοισι μεσημβρινὸν ἦμαρ ἀλύσκωνδεινὸς ὄφις, νωθὴς μὲν ἑκὼν ἀέκοντα χαλέψαι·οὐδʼ ἂν ὑποτρέσσαντος ἐνωπαδὶς ἀίξειεν.ἀλλὰ μὲν ᾧ τὰ πρῶτα μελάγχιμον ἰὸν ἐνείηζωόντων, ὅσα γαῖα φερέσβιος ἔμπνοα βόσκει,οὐδʼ ὁπόσον πήχυιον ἐς Ἄιδα γίγνεται οἶμος,οὐδʼ εἰ Παιήων, εἴ μοι θέμις ἀμφαδὸν εἰπεῖν,φαρμάσσοι, ὅτε μοῦνον ἐνιχρίμψῃσιν ὀδοῦσιν.εὖτε γὰρ ἰσόθεος Λιβύην ὑπερέπτατο ΠερσεὺςΕὐρυμέδων—καὶ γὰρ τὸ κάλεσκέ μιν οὔνομα μήτηρ—Γοργόνος ἀρτίτομον κεφαλὴν βασιλῆι κομίζων,ὅσσαι κυανέου στάγες αἵματος οὖδας ἵκοντο,αἱ πᾶσαι κείνων ὀφίων γένος ἐβλάστησαν.τῷ δʼ ἄκρην ἐπʼ ἄκανθαν ἐνεστηρίξατο Μόψοςλαιὸν ἐπιπροφέρων ταρσὸν ποδός· αὐτὰρ ὁ μέσσηνκερκίδα καὶ μυῶνα, πέριξ ὀδύνῃσιν ἑλιχθείς,σάρκα δακὼν ἐχάραξεν. ἀτὰρ Μήδεια καὶ ἄλλαιἔτρεσαν ἀμφίπολοι· ὁ δὲ φοίνιον ἕλκος ἄφασσεν