ὕδωρ ἐξερέων, τὸ μὲν οὔ ποθι μέλλεν ἰδέσθαι.ἥδε δέ τις πέτρη Τριτωνίδος ἐγγύθι λίμνης·τὴν ὅγʼ ἐπιφρασθείς, ἢ καὶ θεοῦ ἐννεσίῃσιν,λὰξ ποδὶ τύψεν ἔνερθε· τὸ δʼ ἀθρόον ἔβλυσεν ὕδωρ.αὐτὰρ ὅγʼ ἄμφω χεῖρε πέδῳ καὶ στέρνον ἐρείσαςῥωγάδος ἐκ πέτρης πίεν ἄσπετον, ὄφρα βαθεῖαννηδύν, φορβάδι ἶσος ἐπιπροπεσών, ἐκορέσθη.ὧς φάτο· τοὶ δʼ ἀσπαστὸν ἵνα σφίσι πέφραδεν Αἴγληπίδακα, τῇ θέον αἶψα κεχαρμένοι, ὄφρʼ ἐπέκυρσαν.ὡς δʼ ὁπότε στεινὴν περὶ χηραμὸν εἱλίσσονταιγειομόροι μύρμηκες ὁμιλαδόν, ἢ ὅτε μυῖαιἀμφʼ ὀλίγην μέλιτος γλυκεροῦ λίβα πεπτηυῖαιἄπλητον μεμάασιν ἐπήτριμοι· ὧς τότʼ ἀολλεῖςπετραίῃ Μινύαι περὶ πίδακι δινεύεσκον.καί πού τις διεροῖς ἐπὶ χείλεσιν εἶπεν ἰανθείς·ὦ πόποι, ἦ καὶ νόσφιν ἐὼν ἐσάωσεν ἑταίρουςἩρακλέης δίψῃ κεκμηότας. ἀλλά μιν εἴ πωςδήοιμεν στείχοντα διʼ ἠπείροιο κιόντες.ἦ, καὶ ἀμειβομένων, οἵ τʼ ἄρμενοι ἐς τόδε ἔργον,ἔκριθεν ἄλλυδις ἄλλος ἐπαΐξας ἐρεείνειν.ἴχνια γὰρ νυχίοισιν ἐπηλίνδητʼ ἀνέμοισινκινυμένης ἀμάθου. Βορέαο μὲν ὡρμήθησανυἷε δύω, πτερύγεσσι πεποιθότε. ποσσὶ δὲ κούφοιςΕὔφημος πίσυνος, Λυγκεύς γε μὲν ὀξέα τηλοῦὄσσε βαλεῖν· πέμπτος δὲ μετὰ σφίσιν ἔσσυτο Κάνθος.τὸν μὲν ἄρʼ αἶσα θεῶν κείνην ὁδὸν ἠνορέη τεὦρσεν, ἵνʼ Ἡρακλῆος ἀπηλεγέως πεπύθοιτο,Εἰλατίδην Πολύφημον ὅπῃ λίπε· μέμβλετο γάρ οἱοὗ ἕθεν ἀμφʼ ἑτάροιο μεταλλῆσαι τὰ ἕκαστα.ἀλλʼ ὁ μὲν οὖν Μυσοῖσιν ἐπικλεὲς ἄστυ πολίσσαςνόστου κηδοσύνῃσιν ἔβη διζήμενος Ἀργὼτῆλε διʼ ἠπείροιο· τέως δʼ ἐξίκετο γαῖανἀγχιάλων Χαλύβων· τόθι μιν καὶ Μοῖρʼ ἐδάμασσεν.καί οἱ ὑπὸ βλωθρὴν ἀχερωίδα σῆμα τέτυκταιτυτθὸν ἁλὸς προπάροιθεν. ἀτὰρ τότε γʼ Ἡρακλῆαμοῦνον ἀπειρεσίης τηλοῦ χθονὸς εἴσατο Λυγκεὺςτὼς ἰδέειν, ὥς τίς τε νέῳ ἐνὶ ἤματι μήνηνἢ ἴδεν, ἢ ἐδόκησεν ἐπαχλύουσαν ἰδέσθαι.ἐς δʼ ἑτάρους ἀνιὼν μυθήσατο, μή μιν ἔτʼ ἄλλονμαστῆρα στείχοντα κιχησέμεν· οἱ δὲ καὶ αὐτοὶ