ἄχρις ἐπʼ ἄκνηστιν κεῖτʼ ἄπνοος· ἐκ δὲ λιπόντωνὕδρης Λερναίης χόλον αἵματι πικρὸν ὀιστῶνμυῖαι πυθομένοισιν ἐφʼ ἕλκεσι τερσαίνοντο.ἀγχοῦ δʼ Ἑσπερίδες κεφαλαῖς ἔπι χεῖρας ἔχουσαιἀργυφέας ξανθῇσι λίγʼ ἔστενον· οἱ δʼ ἐπέλασσανἄφνω ὁμοῦ· ταὶ δʼ αἶψα κόνις καὶ γαῖα, κιόντωνἐσσυμένως, ἐγένοντο καταυτόθι. νώσατο δʼ Ὀρφεὺςθεῖα τέρα, τὰς δέ σφι παρηγορέεσκε λιτῇσιν·δαίμονες ὦ καλαὶ καὶ ἐύφρονες, ἵλατʼ, ἄνασσαι,εἴτʼ οὖν οὐρανίαις ἐναρίθμιοί ἐστε θεῇσιν,εἴτε καταχθονίαις, εἴτʼ οἰοπόλοι καλέεσθενύμφαι· ἴτʼ ὦ νύμφαι, ἱερὸν γένος Ὠκεανοῖο,δείξατʼ ἐελδομένοισιν ἐνωπαδὶς ἄμμι φανεῖσαιἤ τινα πετραίην χύσιν ὕδατος, ἤ τινα γαίηςἱερὸν ἐκβλύοντα, θεαί, ῥόον, ᾧ ἀπὸ δίψαναἰθομένην ἄμοτον λωφήσομεν. εἰ δέ κεν αὖτιςδή ποτʼ Ἀχαιίδα γαῖαν ἱκώμεθα ναυτιλίῃσιν,δὴ τότε μυρία δῶρα μετὰ πρώτῃσι θεάωνλοιβάς τʼ εἰλαπίνας τε παρέξομεν εὐμενέοντες.ὧς φάτο λισσόμενος ἀδινῇ ὀπί· ταὶ δʼ ἐλέαιρονἐγγύθεν ἀχνυμένους· καὶ δὴ χθονὸς ἐξανέτειλανποίην πάμπρωτον· ποίης γε μὲν ὑψόθι μακροὶβλάστεον ὅρπηκες· μετὰ δʼ ἔρνεα τηλεθάονταπολλὸν ὑπὲρ γαίης ὀρθοσταδὸν ἠέξοντο.Ἑσπέρη αἴγειρος, πτελέη δʼ Ἐρυθηὶς ἔγεντο·Αἴγλη δʼ ἰτείης ἱερὸν στύπος. ἐκ δέ νυ κείνωνδενδρέων, οἷαι ἔσαν, τοῖαι πάλιν ἔμπεδον αὔτωςἐξέφανεν, θάμβος περιώσιον, ἔκφατο δʼ Αἴγλημειλιχίοις ἐπέεσσιν ἀμειβομένη χατέοντας·ἦ ἄρα δὴ μέγα πάμπαν ἐφʼ ὑμετέροισιν ὄνειαρδεῦρʼ ἔμολεν καμάτοισιν ὁ κύντατος, ὅστις ἀπούραςφρουρὸν ὄφιν ζωῆς παγχρύσεα μῆλα θεάωνοἴχετʼ ἀειράμενος· στυγερὸν δʼ ἄχος ἄμμι λέλειπται.ἤλυθε γὰρ χθιζός τις ἀνὴρ ὀλοώτατος ὕβρινκαὶ δέμας· ὄσσε δέ οἱ βλοσυρῷ ὑπέλαμπε μετώπῳ·νηλής· ἀμφὶ δὲ δέρμα πελωρίου ἕστο λέοντοςὠμόν, ἀδέψητον· στιβαρὸν δʼ ἔχεν ὄζον ἐλαίηςτόξα τε, τοῖσι πέλωρ τόδʼ ἀπέφθισεν ἰοβολήσας.ἤλυθε δʼ οὖν κἀκεῖνος, ἅ τε χθόνα πεζὸς ὁδεύων,δίψῃ καρχαλέος· παίφασσε δὲ τόνδʼ ἀνὰ χῶρον,