ὧς ἔφαθʼ· οἱ δʼ ἄρα πάντες ἐθάμβεον εἰσαΐοντες.ἔνθα τὸ μήκιστον τεράων Μινύῃσιν ἐτύχθη.ἐξ ἁλὸς ἤπειρόνδε πελώριος ἔκθορεν ἵππος,ἀμφιλαφής, χρυσέῃσι μετήορος αὐχένα χαίταις·ῥίμφα δὲ σεισάμενος γυίων ἄπο νήχυτον ἅλμηνὦρτο θέειν, πνοιῇ ἴκελος πόδας. αἶψα δὲ Πηλεὺςγηθήσας ἑτάροισιν ὁμηγερέεσσι μετηύδα·ἅρματα μὲν δή φημι Ποσειδάωνος ἔγωγεἤδη νῦν ἀλόχοιο φίλης ὑπὸ χερσὶ λελύσθαι·μητέρα δʼ οὐκ ἄλλην προτιόσσομαι, ἠέ περ αὐτὴννῆα πέλειν· ἦ γὰρ κατὰ νηδύος ἄμμε φέρουσανωλεμὲς ἀργαλέοισιν ὀιζύει καμάτοισιν.ἀλλά μιν ἀστεμφεῖ τε βίῃ καὶ ἀτειρέσιν ὤμοιςὑψόθεν ἀνθέμενοι ψαμαθώδεος ἔνδοθι γαίηςοἴσομεν, ᾗ προτέρωσε ταχὺς πόδας ἤλασεν ἵππος.οὐ γὰρ ὅγε ξηρὴν ὑποδύσεται· ἴχνια δʼ ἡμῖνσημανέειν τινʼ ἔολπα μυχὸν καθύπερθε θαλάσσης.ὧς ηὔδα· πάντεσσι δʼ ἐπήβολος ἥνδανε μῆτις·Μουσάων ὅδε μῦθος· ἐγὼ δʼ ὑπακουὸς ἀείδωΠιερίδων, καὶ τήνδε πανατρεκὲς ἔκλυον ὀμφήν,ὑμέας, ὦ πέρι δὴ μέγα φέρτατοι υἷες ἀνάκτων,ᾗ βίῃ ᾗ τʼ ἀρετῇ Λιβύης ἀνὰ θῖνας ἐρήμουςνῆα μεταχρονίην ὅσα τʼ ἔνδοθι νηὸς ἄγεσθε,ἀνθεμένους ὤμοισι φέρειν δυοκαίδεκα πάνταἤμαθʼ ὁμοῦ νύκτας τε. δύην γε μὲν ἢ καὶ ὀιζὺντίς κʼ ἐνέποι, τὴν κεῖνοι ἀνέπλησαν μογέοντες;ἔμπεδον ἀθανάτων ἔσαν αἵματος, οἷον ὑπέστανἔργον, ἀναγκαίῃ βεβιημένοι. αὐτὰρ ἐπιπρὸτῆλε μάλʼ ἀσπασίως Τριτωνίδος ὕδασι λίμνηςὡς φέρον, ὡς εἰσβάντες ἀπὸ στιβαρῶν θέσαν ὤμων.Λυσσαλέοις δἤπειτʼ ἴκελοι κυσὶν ἀίσσοντεςπίδακα μαστεύεσκον· ἐπὶ ξηρὴ γὰρ ἔκειτοδίψα δυηπαθίῃ τε καὶ ἄλγεσιν, οὐδʼ ἐμάτησανπλαζόμενοι· ἷξον δʼ ἱερὸν πέδον, ᾧ ἔνι Λάδωνεἰσέτι που χθιζὸν παγχρύσεα ῥύετο μῆλαχώρῳ ἐν Ἄτλαντος, χθόνιος ὄφις· ἀμφὶ δὲ νύμφαιἙσπερίδες ποίπνυον, ἐφίμερον ἀείδουσαι.δὴ τότε δʼ ἤδη τῆμος ὑφʼ Ἡρακλῆι δαϊχθεὶςμήλειον βέβλητο ποτὶ στύπος· οἰόθι δʼ ἄκρῃοὐρῇ ἔτι σκαίρεσκεν· ἀπὸ κρατὸς δὲ κελαινὴν