ἡρῷσσαι, Λιβύης τιμήοροι ἠδὲ θύγατρες.ἀλλʼ ἄνα· μηδʼ ἔτι τοῖον ὀιζύων ἀκάχησο·ἄνστησον δʼ ἑτάρους. εὖτʼ ἂν δέ τοι Ἀμφιτρίτηἅρμα Ποσειδάωνος ἐύτροχον αὐτίκα λύσῃ,δή ῥα τότε σφετέρῃ ἀπὸ μητέρι τίνετʼ ἀμοιβὴνὧν ἔκαμεν δηρὸν κατὰ νηδύος ὔμμε φέρουσα·καί κεν ἔτʼ ἠγαθέην ἐς Ἀχαιίδα νοστήσαιτε.ὧς ἄρʼ ἔφαν, καὶ ἄφαντοι ἵνʼ ἔσταθεν, ἔνθʼ ἄρα ταίγεφθογγῇ ὁμοῦ ἐγένοντο παρασχεδόν. αὐτὰρ Ἰήσωνπαπτήνας ἀνʼ ἄρʼ ἕζετʼ ἐπὶ χθονός, ὧδέ τʼ ἔειπεν·Ἵλατʼ ἐρημονόμοι κυδραὶ θεαί· ἀμφὶ δὲ νόστῳοὔτι μαλʼ ἀντικρὺ νοέω φάτιν. ἦ μὲν ἑταίρουςεἰς ἓν ἀγειράμενος μυθήσομαι, εἴ νύ τι τέκμωρδήωμεν κομιδῆς· πολέων δέ τε μῆτις ἀρείων.ἦ, καὶ ἀναΐξας ἑτάρους ἐπὶ μακρὸν ἀύτει,αὐσταλέος κονίῃσι, λέων ὥς, ὅς ῥά τʼ ἀνʼ ὕληνσύννομον ἣν μεθέπων ὠρύεται· αἱ δὲ βαρείῃφθογγῇ ὑποτρομέουσιν ἀνʼ οὔρεα τηλόθι βῆσσαι·δείματι δʼ ἄγραυλοί τε βόες μέγα πεφρίκασινβουπελάται τε βοῶν· τοῖς δʼ οὔ νύ τι γῆρυς ἐτύχθηῥιγεδανὴ ἑτάροιο φίλους ἐπικεκλομένοιο.ἀγχοῦ δʼ ἠγερέθοντο κατηφέες· αὐτὰρ ὁ τούσγεἀχνυμένους ὅρμοιο πέλας μίγα θηλυτέρῃσινἱδρύσας, μυθεῖτο πιφαυσκόμενος τὰ ἕκαστα·κλῦτε, φίλοι· τρεῖς γάρ μοι ἀνιάζοντι θεάων,στέρφεσιν αἰγείοις ἐζωσμέναι ἐξ ὑπάτοιοαὐχένος ἀμφί τε νῶτα καὶ ἰξύας, ἠύτε κοῦραι,ἔσταν ὑπὲρ κεφαλῆς μάλʼ ἐπισχεδόν· ἂν δʼ ἐκάλυψανπέπλον ἐρυσσάμεναι κούφῃ χερί, καί μʼ ἐκέλοντοαὐτόν τʼ ἔγρεσθαι, ἀνά θʼ ὑμέας ὄρσαι ἰόντα·μητέρι δὲ σφετέρῃ μενοεικέα τῖσαι ἀμοιβὴνὧν ἔκαμεν δηρὸν κατὰ νηδύος ἄμμε φέρουσαὁππότε κεν λύσῃσιν ἐύτροχον Ἀμφιτρίτηἅρμα Ποσειδάωνος. ἐγὼ δʼ οὐ πάγχυ νοῆσαιτῆσδε θεοπροπίης ἴσχω πέρι. φάν γε μὲν εἶναιἡρῷσσαι, Λιβύης τιμήοροι ἠδὲ θύγατρες·καὶ δʼ ὁπόσʼ αὐτοὶ πρόσθεν ἐπὶ χθονὸς ἠδʼ ὅσʼ ἐφʼ ὑγρὴνἔτλημεν, τὰ ἕκαστα διίδμεναι εὐχετόωντο.οὐδʼ ἔτι τάσδʼ ἀνὰ χῶρον ἐσέδρακον, ἀλλά τις ἀχλὺςἠὲ νέφος μεσσηγὺ φαεινομένας ἐκάλυψεν.