ἄσπετον, ὅς τε βοῶν κατὰ μυρία ἔκλυσεν ἔργα,ἢ ὅταν αὐτόματα ξόανα ῥέῃ ἱδρώοντααἵματι, καὶ μυκαὶ σηκοῖς ἔνι φαντάζωνται,ἠὲ καὶ ἠέλιος μέσῳ ἤματι νύκτʼ ἐπάγῃσινοὐρανόθεν, τὰ δὲ λαμπρὰ διʼ ἠέρος ἄστρα φαείνοι·ὧς τότʼ ἀριστῆες δολιχοῦ πρόπαρ αἰγιαλοῖοἤλυον ἑρπύζοντες. ἐπήλυθε δʼ αὐτίκʼ ἐρεμνὴἕσπερος. οἱ δʼ ἐλεεινὰ χεροῖν σφέας ἀμφιβαλόντεςδακρυόειν ἀγάπαζον, ἵνʼ ἄνδιχα δῆθεν ἕκαστοςθυμὸν ἀποφθίσειαν ἐνὶ ψαμάθοισι πεσόντες.βὰν δʼ ἴμεν ἄλλυδις ἄλλος ἑκαστέρω αὖλιν ἑλέσθαι·ἐν δὲ κάρη πέπλοισι καλυψάμενοι σφετέροισινἄκμηνοι καὶ ἄπαστοι ἐκείατο νύκτʼ ἔπι πᾶσανκαὶ φάος, οἰκτίστῳ θανάτῳ ἔπι. νόσφι δὲ κοῦραιἀθρόαι Αἰήταο παρεστενάχοντο θυγατρί.ὡς δʼ ὅτʼ ἐρημαῖοι πεπτηότες ἔκτοθι πέτρηςχηραμοῦ ἀπτῆνες λιγέα κλάζουσι νεοσσοί·ἢ ὅτε καλὰ νάοντος ἐπʼ ὀφρύσι Πακτωλοῖοκύκνοι κινήσωσιν ἑὸν μέλος, ἀμφὶ δὲ λειμὼνἑρσήεις βρέμεται ποταμοῖό τε καλὰ ῥέεθρα·ὧς αἱ ἐπὶ ξανθὰς θέμεναι κονίῃσιν ἐθείραςπαννύχιαι ἐλεεινὸν ἰήλεμον ὠδύροντο.καί νύ κεν αὐτοῦ πάντες ἀπὸ ζωῆς ἐλίασθεννώνυμνοι καὶ ἄφαντοι ἐπιχθονίοισι δαῆναιἡρώων οἱ ἄριστοι ἀνηνύστῳ ἐπʼ ἀέθλῳ·ἀλλά σφεας ἐλέηραν ἀμηχανίῃ μινύθονταςἡρῷσσαι, Λιβύης τιμήοροι, αἵ ποτʼ Ἀθήνην,ἦμος ὅτʼ ἐκ πατρὸς κεφαλῆς θόρε παμφαίνουσα,ἀντόμεναι Τρίτωνος ἐφʼ ὕδασι χυτλώσαντο.ἔνδιον ἦμαρ ἔην, περὶ δʼ ὀξύταται θέρον αὐγαὶἠελίου Λιβύην· αἱ δὲ σχεδὸν Αἰσονίδαοἔσταν, ἕλον δʼ ἀπὸ χερσὶ καρήατος ἠρέμα πέπλον.αὐτὰρ ὅγʼ εἰς ἑτέρωσε παλιμπετὲς ὄμματʼ ἔνεικεν,δαίμονας αἰδεσθείς· αὐτὸν δέ μιν ἀμφαδὸν οἶονμειλιχίοις ἐπέεσσιν ἀτυζόμενον προσέειπον·κάμμορε, τίπτʼ ἐπὶ τόσσον ἀμηχανίῃ βεβόλησαι;ἴδμεν ἐποιχομένους χρύσεον δέρος· ἴδμεν ἕκασταὑμετέρων καμάτων, ὅσʼ ἐπὶ χθονός, ὅσσα τʼ ἐφʼ ὑγρὴνπλαζόμενοι κατὰ πόντον ὑπέρβια ἔργʼ ἐκάμεσθε.οἰοπόλοι δʼ εἰμὲν χθόνιαι θεαὶ αὐδήεσσαι,